Πέμπτη, 21 Αυγούστου 2014

Παρακλητικός Κανών στην Αγία Αναστασία την Φαρμακολύτρια και Μεγαλομάρτυρα


Παρακλητικός Κανών στην Αγία Αναστασία την Φαρμακολύτρια και Μεγαλομάρτυρα

Zoom in (real dimensions: 750 x 767)

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Ὡς τῶν νοσούντων ταχινῆ θεραπεία, καί πεπτωκότων ἐξανάστασις θεία, Ἀναστασία μάρτυς καλλιπάρθενε, λύτρωσαι τούς κάμνοντας συντριμμῶν ὀλεθρίων, ἔγειρον πρεσβείαις
σου, ἐκ βυθοῦ ἀπωλείας, τούς ὁλοτρόπω πίστει καί στοργή τή ἱερά σου Εἰκόνι προστρέχοντας.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τήν ἀθλοφόρων του Χριστοῦ τήν πανένδοξον, Ἀναστασίαν οἱ πιστοί ἰκετεύσωμεν, ὅπως Χριστός δεήσεσιν αὐτῆς τειχίσηται ἠμᾶς, ὅνπερ ἐπεπόθησεν ὡς νυμφίον οὐράνιον,
πάντα ἀποπτύσασα πρός τήν τοῦτο ἀπόλαυσιν. Κάτ΄ ἀοράτων γάρ ἐχθρῶν καί ὁρατῶν μεσίτης πέλει Κυρίω εὐπρόσδεκτος.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους. χριστιανος.gr

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
«Ἔγειρον ἠμᾶς παθῶν Ἀναστασία.»
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ἐπινευσον μάρτυς ὡς εὐμενής, ὑμῶν τή δεήσει, καί πρυτάνευσον δαψιλῶς, τῶν σῶν δωρεῶν τάς χορηγίας, Ἀναστασία τοῖς σέ μεγαλύνουσι.
Ἁγία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Γαλήνην ἐν βίω εἰλικρινεῖ, καί πάντων σκανδάλων, τήν τελείαν ἀποφυγήν, ἠμᾶς ἐνδυνάμωσον παμμάκαρ, ἴχνηλατειν διά βίου καί σώζεσθαι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἐπίχεε ἄνωθεν δαψιλῶς τό ἔλαιον μάρτυς, τῶν φαρμάκων τῶν μυστικῶν, καί ἴασαι νόσων δυσιάτων, Ἀναστασία, ἠμᾶς τούς ἰκέτας σου.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς
Ἰλύος μέ κάθαρον ἐμπαθοῦς, καί σῶσον μέ Κόρη, ἐπελθούσης μοί συμφορᾶς• μή οὔν καταλίπης μέ Παρθένε, ἴνα μή γέλως τοῖς πάσι γενήσωμαι.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος.
Ρυπτική σου πρεσβεία τά τῶν ψυχῶν τραύματα, καί τά τῶν σωμάτων ἄφθονον, πάσι χορήγησον.
Ἁγία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὀδυνῶν δυσφορήτων, ἀνιαρῶν θλίψεων, ζάλης καί πικρᾶς ἀθυμίας, ἐκ παραπτώσεων, καί κοσμικῶν πειρασμῶν, Ἀναστασία θεοφρον, ἐπιστάσα λύτρωσαι, ἠμᾶς τούς ἰκέτας σου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Νεκταρόβρυτον νάμα, ὕδωρ ζωῆς ἤδιστον, οἰᾶ πέρ πηγή εὐσπλαχνίας, καί ἀγαθότητος. Ἀναστασία σεμνή, τοῖς ἐν αὐχμῶ τηκομένοις, κατωδύνων θλίψεων, ράνον καί ὄμβρησον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς.
Ἡ λαμπάς ἡ φωσφόρως, τῆς ὑπέρ νοῦν λάμψεως, ἡ ἀνατολή ἡ γλυκεία, ζωῆς τοῦ σέλαος, λάμψον ἀκτίνα μοί, τῆς ἀληθοῦς μετανοίας΄ σκότει γάρ καλύπτομαι, πάσης φαυλότητος.
Διασωσον, ἀπό κινδύνων τούς δούλους σου Θεοτόκε, ὅτι πάντες μετά Θεόν εἰς σέ καταφεύγομεν, ὡς ἄρηκτον τεῖχος καί προστασία.
Ἀναστησον Ἀναστασία θεοφρον τούς σούς ἰκέτας, ἐκ συντριμάτων καί χαλεπῶν περιστάσεων, καί σεσωσμένους προσάγαγε τῷ Κυρίω.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς
Ἐπιβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό κάθισμα.
Εἴτα μνημονεύει ὁ Ἱερεύς ἐκείνων δί΄ οὖς ἡ Παράκλησις γίνεται


Ἦχος πλ. β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς τῶν θαυμάτων σου θείοις πυρσεύμασι, τῶν παθημάτων ἐλαύνεις τήν μοίρασιν, καί τήν ὑγείαν παρέχεις τοῖς χρήζουσιν, Ἀναστασία, Χριστοῦ σεμνοπάρθενε΄σύ γάρ τῶν
νοσούντων ἰάτειρα.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Μοχθηρόν καί ἐπώδηνον, ὡς ἀποσκιρτήσας τῆς θείας χάριτος, διανύω βίον ἔνδοξε, ἀλλά σύ Χριστῷ μέ ἐπαναγαγε.
Ἁγία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἀλεξίκακον ἄριστον, ἡ τῆς προστασίας σου ἐπισκίασις, ἐν βιαίαις περιστάσεσιν, ὤ Ἀναστασία ἠμίν γένοιτο.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Συμφορῶν τό ἐπίπονον, καί ἀσθενημάτων δεινῶν τήν ἕφοδον, ἐξ ΄ἠμῶν ἀπείργεις πάντοτε; Ὤ Ἀναστασία καλλιπάρθενε.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς.
Ἀγαλίασιν ἄυλον, τή λελυπημένη ψυχή μου ὄμβρυσον, ὥσπερ δρόσον χαριτόβρυτον Κεχαριτωμένη Μητροπάρθενε.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Θαύμασι πολλοῖς, καί ἰάσεων δυνάμεσι, διαπρέπουσα ἐν κόσμω ἐμφανῶς, πανταχοῦ πάντας προφθάνεις τούς καλοῦντας σέ.
Ἁγία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ὤφθης ἀρωγός, τοῖς ποικίλως κινδυνεύουσιν, ἐπιφαινομένη νοερῶς, καί τόν σάλον καταπαύουσα τῶν θλίψεων.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Νόσων χαλεπῶν, στεναγμῶν τέ καί κακώσεων, καί ταλαιπωρίαις πειρασμῶν, ὤ Ἀναστασία ἠμᾶς λύτρωσαι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς.
Ἄγνοιαν δεινήν, ἐκνοσήσας βίω χείρονι, συνεσχέθην καταιγίσι πειρασμῶν, ἀλλά τούτων, Θεοτόκε, σύ μέ λύτρωσαι.

Ὠδή στ΄. Τήν δέησιν.
Νενέκρωμαι, ἁμαρτίας βέλεσι, τοξευθεῖς τή τοῦ ἐχθροῦ συνεργρεία καί κατωτάτω ἀπέριμμαι λάκκω, καί ἐν σκιά τοῦ θανάτου κατώκησα, ἄλλ΄ ἐπιστάσα σύ σεμνή, ἐκ βυθοῦ
τῶν κακῶν μέ ἀνάγαγε.
Ἁγία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἀνάρρωσιν, καί τελείαν λύτρωσιν, τοῖς ἐν πόνοις τρυχομένοις ἀτρύτοις, ὡς φιλοικτίρμων πρυτάνευσον Μάρτυς, καί θλιβομένων τήν λύπην μεταστρεψον, Ἀναστασία μυστικῶς,
εἰς χαράν ἀληθῆ καί φαιδρότητα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Σωμάτων σέ, ἰατρόν πανάριστον, καί πνευμάτων ἀληθῆ θεραπείαν, ὁ τῶν ψυχῶν καί σωμάτων Δεσπότης, Ἀναστασία λαμπρῶς ἀπειργάσατο• διό θεράπευσον ἠμῶν,
καί ψυχῶν καί σωμάτων τούς μώλωπας.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς.
Τῶν ρήσεων, τοῦ σεπτοῦ θελήματος παρακούσας, ἀγνωσία ἐσχάτη ἀπεμακρύνθην Θεοῦ ὁ παντλήμων, καί χλευασμός τοῖς πλησίον μου γέγονα• διο οἰκτροῦ ὀνειδισμοῦ,
Θεοτόκε μου, σύ μέ διασωσον.
Διασωσον, ἀπό κινδύνων τούς δούλους σου Θεοτόκε, ὅτι πάντες μετά Θεόν εἰς σέ καταφεύγομεν, ὡς ἄρηκτον τεῖχος καί προστασία.
Ἀναστησον Ἀναστασία θεοφρον τούς σούς ἰκέτας, ἐκ συντριμάτων καί χαλεπῶν παραπτώσεων, καί σεσωσμένους προσάγαγε τῷ Κυρίω.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς. χριστιανος.gr
Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἔπ΄ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Zoom in (real dimensions: 278 x 377)

Καί πάλιν δέησις ὑπό τοῦ Ἱερέως.
Αἴτησις καί τό κοντάκιον
Ἦχος πλ. β΄. Τά ἄνω ζητῶν.

Τά πάθη ἠμῶν, τά μυσαρά καί χρόνια, ροπή μυστική, Ἀναστασία ἴασαι, καί ζωήν ἀκίνδυνον, διανύειν ἠμᾶς καταξίωσον, ὡς ἄν τῶν θείων ἐντολῶν, τρυγήσωμεν πάντες,
τούς ἐνθέους καρπούς.

Καί εὐθύς τό Προκείμενον
Ὑπομένων ὑπέμεινα τόν Κύριον, καί πρόσεχε μοί, καί εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου, καί κατεύθυνε τά διαβήματά μου.
Ὁ Ἱερεύς: Καί ὑπέρ τοῦ καταξιωθῆναι ἠμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ Χορός: Κύριε ἐλέησον (τρίς)
Ὁ Ἱερεύς: Σοφία• ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πάσι.
Ὁ Χορός: Καί τῷ πνεύματί σου.
Ὁ Ἱερεύς: Ἐκ τοῦ κατά Ματθαῖον ἁγίου Εὐαγγελίου, τό ἀνάγνωσμα. Προσχωμεν
Ὁ Χορός: Δόξα σοί, Κύριε, δόξα σοί.

Ὁ Ἱερεύς (Μάτθ. 10, 16-22)
Εἶπεν ὁ κύριος της ἑαυτοῦ Μαθηταῖς Ἰδού ἐγώ ἀποστέλλω ἠμᾶς , ὡς πρόβατα ἐν μέσω λύκων. Γίνεσθε οὔν φρόνιμοι ὡς οἱ ὄφεις, καί ἀκέραιοι ὡς αἵ περιστεραί .προσέχετε
δέ ἀπό τῶν ἀνθρώπων παραδώσουσι γάρ ἠμᾶς εἰς συνέδρια καί ἐν συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ἠμᾶς .καί ἐπί ἡγεμόνας δέ καί βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς,
μαρτύριον αὐτοῖς καί τοῖς ἔθνεσιν. Ὅταν δέ παραδιδῶσιν ἠμᾶς, μή μεριμνήσητε πώς ἡ τί λαλήσητε• δοθήσεται γάρ ὑμίν ἐν ἐκείνη τή ὥρα τί λαλήσητε• οὐ γάρ ὑμεῖς ἔστε οἱ
λαλοῦντες, ἀλλά τό πνεῦμα τοῦ πατρός ὑμῶν, τό λαλοῦν ἐν ὑμίν. Παραδώσει δέ ἀδελφός ἀδελφόν εἰς θάνατων, καί πατήρ τέκνων• καί ἐπαναστήσονται τέκνα ἐπί γονεῖς, καί
θανατώσουσιν αὐτούς. Καί ἔσεσθε μισούμενοι ὑπό πάντων διά τό ὄνομά μου• ὁ δέ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. χριστιανος.gr

Ὁ Χορός: Δόξα σοί, Κύριε, δόξα σοί.

Ἦχος πλ. β΄.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῆς Ἀθληφόρου πρεσβεῖες, Ἐλεῆμον, ἑξάλειψον τά πλείθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβεῖες, Ἐλεῆμον, ἑξάλειψον τά πλείθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόνημά μου.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ρῶσιν ἀδαπάνητον, ψυχῶν ὁμοῦ καί σωμάτων, ὡς πηγή ἀκένωτος, ἐπομβρία κρείττονι, ἀναβλύζουσα, τῶν παθῶν κάθαρον, καί τῶν νοσημάτων, τάς σπιλάδας καί προστρίμματα,
ἐξ ἠμῶν τέλειον, ὤ Ἀναστασία πολυάθλε, ὑγείας ἱλαρότητα, τῆς κάτ΄ ἄμφω πάσι παρέχουσα, καί τόν σόν νυμφίον, ἀπαύστως καθικέτευε Χριστόν, ἁμαρτημάτων συγχώρησιν
δοῦναι τοῖς τιμῶσι σέ.

Ὁ Ἱερεύς
Σῶσον, ὁ Θεός, τόν λαόν σου, καί εὐλόγησον τήν κληρονομίαν σου΄ ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς• ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καί καταπεμψον
ἔφ΄ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ τιμίου καί ζωποιού Σταυροῦ• προστασίαις τῶν
τιμίων, ἐπουρανίων δυνάμεων ἀσωμάτων• ἰκεσίαις τοῦ τιμίου, ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων τῶν ἐν
ἁγίοις Πατέρων ἠμῶν, μεγάλων Ἱεραρχῶν καί οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ θεολόγου καί Ἰωάννου τοῦ χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας• Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν θαυματουργῶν• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρου τοῦ Τήρωνος καί Θεοδώρου τοῦ Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί
Ἐλευθερίου• τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων• τῆς ἁγίας ἐνδόξου Μεγαλομάρτυρος Ἀναστασίας τῆς Φαρμακολυτρίας, τῆς ἁγίας Μητρός ἠμῶν Θεοφανούς τῆς
βασιλίσσης, κτίτορος τῆς Μονῆς ταύτης• τῶν Ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν• τοῦ ὁσίου καί θεοφόρου Πατρός ἠμῶν Θεωνᾶ, ἀρχιεπισκόπου Θεσσαλονίκης, ἡγουμένου
καί ἀνιδρυτού τῆς Ἱερᾶς Μονῆς τούτης, τῶν ὁσιομαρτύρων Ἰακώβου τοῦ Γέροντος, Ἰακώβου διακόνου καί Ἰακώβου μοναχοῦ• τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί
Ἄννης •(τοῦ Ἁγίου της ἡμέρας, ἐάν ἐορτάζηται) καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον
ἠμᾶς.

Ὁ Χορός: Κύριε ἐλέησον (τρίς)
Ὁ Ἱερεύς: Ἐλέει καί οἰκτιρμοῖς καί φιλανθρωπία τοῦ Μονογενοῦς σου Υἱοῦ, μέθ΄ οὐ εὐλογητός εἰ , σύν τῷ παναγίω καί ἀγαθῶ καί ζωοποιῶ σου Πνεύματι,
νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Χορός: Ἀμήν.

Ὠδή ζ΄. Παῖδες Ἑβραίων.
Ἄλυτον βίον εἰρηναῖον, ἐν σεμνότητι καί πάση εὐσεβεία, διανύειν ἠμᾶς, ἐνίσχυσον λιταίς σου, Ἀναστασία ἔνδοξε, ἰαμάτων ἡ πλυμμύρα.
Ἁγία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Σβέσον τήν φλόγα τῶν παθῶν μου, καί καταπαυσον τόν πόνον τῆς ψυχῆς μου, καί χαράν ἀληθῆ καί θείαν εὐφροσύνην, Ἀναστασία δώρησαι, τῷ δεινῶς κεκακωμένω.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἴδε εὐσπλάγχω ὀμματί σου, τήν ταπείνωσιν ἠμῶν Μεγαλομάρτυς, καί μεγάλων κακῶν, ἠμίν ἐπερχομένων, τήν ρύμην ἀναχαίτισον, τή μεγίστη σου πρεσβεία. χριστιανος.gr
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἄκουσον Κόρη τῆς φωνῆς μου, ἐνωτίσθητι μυχίους στεναγμούς μου, καί μελλούσης ὀργῆς, καί φανερᾶς αἰσχύνης, ὡς οἰδᾶς μέ ἁπάλλαξον, τόν δεινῶς συντετριμένον.

Ὠδή ἡ΄. Τόν ἐν ὄρει ἁγίω.
Γεωργία τῆς σῆς ἐπιστασίας, παθημάτων δεινῶν, ἀμάσπασον τάς ρίζας, ἐκ τῶν ψυχῶν ἠμῶν θεομακάριστε, καί τῆς ἀφθαρσίας, ἐμφύτευσον ἐν ταύταις, τάς θείας ἀναδόσεις.
Ἁγία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἐφορώσα ἠμᾶς μή διαλίπης, τούς τήν σήν ἀρωγήν, νῦν ἐπιβοωμένους, Ἀναστασία Μάρτυς καλλιπάρθενε, ὅπως λυτρωθῶμεν πάσης ἐπηρείας, ἐχθροῦ, τοῦ παλαμναίου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. χριστιανος.gr
Ρέει ἄφθονον χάριν ἰαμάτων, ἤ πανσέβαστος, καί ἱερά Εἰκών σου, καί νοσημάτων σβέννυσι τούς ἄνθρακας, καί τούς φλεγομένους θλίψεσιν ἀτρύτοις, ἐνθέως ἀναψύχει.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἀπό πάσης ὀργῆς θανατηφόρου καί βουλῆς πονηρᾶς, τοῦ ἀρχηγοῦ τοῦ σκότους, εὐλογημένη σῶσον μέ Πανάμωμε, καί τῆς ἐνεστώσης ρύσαι μέ ἀνάγκης, τή σῆ ἐπιστασία.

Ὠδή θ΄. Κυρίως Θεοτόκιον.
Σωμάτων σηπεδόνας, καί ψυχῶν τάς νόσους, τή μυστική χειρουργεῖα θεράπευσον, Ἀναστασία Θεοφρον, τῶν προσιόντων σοί.
Ἁγία του Θεοῦ, πρέσβευε ὑπέρ ἠμῶν.
Ἰλλεῶσαι σοῖς δούλοις, τή σή μεσιτεία, τόν ἀγαθόν καί εὐίλατον Κύριον, ὡς ἄν τῆς τοῦτο τρυφήσωμεν ἀγαθότητος.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὁλόσωμων τό τραῦμα, κέκτημαι ὁ τάλας, ἄλλ΄ ἐπιστάσα σύ Μάρτυς μέ ἴασαι, καί πρός ὁδόν μετανοίας, ἤδη μέ ἴθυνον.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὑπεραγία Θεοτόκε σῶσον ἠμᾶς.
Ὑψίστου ὤφθης, θρόνος, Κεχαριτωμένη, διό καμέ ἐκ τῶν κάτω ἀνύψωσον, πρός ἀληθεῖς ἀναβάσεις ζωῆς τῆς κρείτονος.

Καί εὐθύς τό Προκείμενον
Ἀξιόν ἐστίν ὡς ἀληθῶς μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγων τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.
Τήν ὑψηλοτέραν τῶν οὐρανῶν, καί καθαρωτέραν, λαμπηδόνων ἡλιακῶν, τήν λυτρωσαμένην, ἠμᾶς ἐκ τῆς κατάρας, τήν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
Ἀπό τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τό σῶμα, ἀσθενεῖ μου καί ἡ ψυχή. Πρός σέ καταφεύγω, τήν κεχαριτωμένην• ἐλπίς ἀπηλπισμένων, σύ μοί βοήθησον.
Δέσποινα καί μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἴνα μεσιτεύσης, πρός τόν ἔκ σού τεχθέντα. Ὤ Δέσποινα τοῦ κόσμου, γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως σοί τήν ὠδήν, νῦν τή πανυμνήτω, Θεοτόκω χαρμονικῶς, μετά τοῦ Προδρόμου, καί πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτηρῆσαι ἠμᾶς.
Ἄλαλα τά χείλη τῶν ἀσεβῶν, τῶν μή προσκηνούντων, τήν εἰκόνα σου τήν σεπτήν, τήν ἱστορηθείσαν, ὑπό τοῦ Ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τήν Ὁδηγήτριαν. χριστιανος.gr
Γοργοϋπηκόου τήν θαυμαστήν καί σεπτήν εἰκόνα προσκηνήσωμεν, ἀδελφοί θαύματα τελοῦσαν καί βρύουσαν ἰάσεις καί ταύτην μετά πόθου κατασπασώμεθα.
Ἔχοντες εἰκόνα σου τήν σεπτήν, ἀνύμφευτε Κόρη, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν ταύτη καιρῶ τῷ τῶν κινδύνων καί ἐπηρείας πάσης ἀπολυτρούμεθα.
Νῦν καιρός ἀνάγκης ἦλθεν ἠμίν, νῦν παρέστη χρεία βοηθείας, Κόρη, τῆς λύτρωσαι οὔν πάσης ἀνάγκης καί κινδύνου καί χείρα βοηθείας τάχιστα ὄρεξον.
Ἔχει μέν, Παρθένε, ὁ οὐρανός σῶμα καί ψυχήν σου ἑξαστράπτοντα φαεινῶς, ἔχει δέ μορφήν σου μονή Δοχειαρίου τήν ἐπικαλουμένην Γοργοϋπήκοον.
Ἄρον σου τά ὄματα, Μαριάμ, καί ἴδε εὐσπλάγχνως τούς εἰκόνι σου τή σεπτή παρεστώτας, Κόρη, καί σέ παρακαλοῦντας, καί πλήρωσον αἰτήσεις τούτων, πανύμνητε.
Ἰδοιμι, Παρθένε, ψυχορραγῶν, ἐν καιρῶ θανάτου, τήν εἰκόνα σου τήν σεπτήν, παραμυθουμένην, καί ἱλαρῶς ὀρώσαν, καί ὄψεις τῶν δαιμόνων, ἀποδιώκουσαν.
Τέτρωμαι τῷ πόθω σου, Μαριάμ, φλέγει μέ ὁ ἔρως, καθορᾶν σου τῆς ἱερᾶς, εἰκόνος, Παρθένε, τό κάλλος καί τήν δόξαν, καί κόρον οὐ λαμβάνω, τοῦ μεγαλύνειν σέ.
Τί ἀνταποδώσομεν οἱ οἰκτροί, δοῦλοι σου, Παρθένε, ἀντί χάριτος τῆς πολλῆς, ἦνπερ ἀνεδείξω, ἠμίν χαρισαμένη, εἰκόνα σου τήν θείαν, πλοῦτον οὐράνιον;

Καί θυμιά ὁ Ἱερεύς τό Θυσιασήριον καί τόν λαόν, ἤ τόν οἶκον, ὅπου ψάλλεται ἡ Παράκλησις καί ἠμεῖς ψάλλομεν τά παρόντα Μεγαλυνάρια.
Παρθενομαρτύρων τήν καλλονήν, καί τῶν ἰαμάτων, τόν ἀκένωτον θησαυρόν, τήν νύμφην Κυρίου τό σκεῦος τῶν χαρίτων, σεμνή Ἀναστασία, ὑμνολογοῦμεν σέ.
Χαίροις παρθενίας εὐπνεούς λειμών, ὁ τά ἄνθη φέρων, τῆς ἀθλήσεως τά τερπνά, ὧν τή εὐωδία, σεμνή Ἀναστασία, ἠμῶν τάς διανοίας, εὐφραίνεις πάντοτε.
Χαίρουσα ἠγώνισαι ἀνδρικῶς, ὑπέρ τῆς ἀγάπης, τοῦ τεθέντος ἐν τῷ Σταυρῶ• ὅθεν της εὐκλείας, αὐτοῦ ἐπιτυχοῦσα, ἠμᾶς, Ἀναστασία, ἀεί περίεπε.
Χαίροις τῶν θαυμάτων ἡ λαμπηδών, ἡ τῆς εὐσπλαχνίας, διαυγάζουσα τάς αὐγᾶς, καί τῶν παθημάτων, διώκαουσα τό σκότος, κλυτή Ἀναστασία, πιστῶν βοήθεια.
Χάριτος ἐνθέου τάς παροχάς, δαψιλῶς παρίζου, τοῖς αἰτούσιν ὁλοσχερῶς, τήν σήν προστασίαν, σεμνή Ἀναστασία, καί θλιβερῶν παντοίων, ἠμᾶς διάσωζε.
Ἔγειρoν ἐκ λάκκου ἁμαρτιῶν, τήν ψυχήν μου Μάρτυς, ὀλισθήσασαν χαλεπῶς, καί πρός μετανοίας, ὁδήγησον μέ ἀτριβούς, Ἀναστασία Μάρτυς, τόν εὐφημούντα σέ.
Δεῦτε εὐφημήσουμεν οἱ πιστοί, τήν Ἀναστασίαν, τήν ὡραίαν καί θαυμαστήν, τοῦ Χριστοῦ τήν νύμφην, καί μάρτυρα Κυρίου, τῷ τῆς ἀγνοίας κάλλει θαυμαστωθείημεν.
Τήν Φαρμακολύτριαν τῶν πιστῶν, καί πεποικιλμένην διαχρύσω ἰματισμῶ τῷ τῆς παρθενίας καί τῷ τῶν μαρτυρίων, Ἀναστασίαν πάντες ὕμνοις γεραίρομεν.
Δεῦτε εὐφημήσωμεν, ἀδελφοί, τόν κοινόν πατέρα, ἱεράρχην τέ τοῦ Χριστοῦ, Θεωνᾶν τόν πάνυ καί τῆς Μονῆς προστάτην, τόν ὄντως θεοφόρων καί ἀξιάγαστον.
Τήν σεπτήν σου κάραν, οἱ εὐσεβεῖς, οἱ εὐσεβεῖς, πόθω προσκυνοῦμεν, ἐν τή ὀμωνύμω τῆδε Μονή, καί ἰάσεις πάντες, λαμβάνομεν πλουσίως, σεμνή Ἀναστασία,
ὅθεν ὑμνοῦμεν σέ.
Θησαυρόν ἀτίμητον καί πηγήν, ἰαμάτων ἔχει, ὤ Ἀναστασία, ἡ σή Μονή, δεξιόν σου πόδα, δί΄ οὗ πάσας προφθάνεις τάς νόσους καί διώκεις, τῶν εὐφημούντων σέ.
Μοναζόντων ὧδε πάσα πληθύς, σύν τῷ ἠγουμένω εὐσεβάστως σέ ἀνυμνεῖ, κλεινή Ἀναστασία, καί πόθω σέ γεραίρει, τήν ἔφορον καί φύλακα τοῦ σεμνείου σου.
Ἡ Μονή σου αὔτη ἡ εὐκλεής, ἁγίων κατέστη οἰκητήριον φωτεινόν, Θεοφανούς τῆς πάνυ, ἀνάσσης βασιλίδος, καί Θεωνά ὁσίου καί ἀρχιποίμενος.
Πάντας τούς προστρέχοντας ἐπί σέ, ἐν τῶδε τῷ Ὄρει καί Μονή σου τή εὐκλεεῖ, χορήγησον τούτοις, σεμνή Ἀναστασία, ἰάσεων τήν Χάριν καί ρῶσιν ἀπτωτον.

Εἴτα
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰ τό σωθῆναι ἠμᾶς.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ὁ Ἱερεύς: Ὅτι σου ἐστιν βασιλεία καί ἡ δύναμις καί ἡ δόξα εἰς τούς αἴωνας• ἀμήν

Τό Τροπάριον
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ..

Τήν ἀθληφόρον τοῦ Χριστοῦ τήν πανένδοξον, Ἀναστασία οἱ πιστοί ἰκετεύσωμεν, ὅπως Χριστός δεήσεσιν αὐτῆς τειχίσηται ἠμᾶς, ὅνπερ ἐπεπόθησεν ὡς Νυμφίον οὐράνιον,
πάντα ἀποπτύσασα πρός τήν τούτου ἀπόλαυσιν. Κάτ΄ ἀοράτων γάρ ἐχθρῶν καί ὁρατῶν , μεσίτις πέλει Κυρίω εὐπρόσδεκτος.

Ὁ Ἱερεύς τήν Ἐκτενῆ
Ἐλέησον ἠμᾶς ὁ Θεός κατά τό μέγα ἐλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καί ὀρθοδόξων Χριστιανῶν. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἠμῶν, (δεῖνος) καί πάσης της ἐν Χριστῷ ἠμῶν ἀδελφότητος. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ εὐσεβοῦς ἠμῶν Ἔθνους, πάσης Ἀρχῆς καί Ἐξουσίας ἐν αὐτῶ, τοῦ κατά ξηράν θάλασσαν καί ἀέρα φιλοχρίστου ἠμῶν στρατοῦ. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καί
ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καί παρεπιδημούντων ἐν τή πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καί ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου. Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλησίαν καί τήν πόλιν ταύτην, καί πάσαν πόλιν καί χώραν ἀπό ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός,
μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καί αἰφνιδίου θανάτου, ὑπέρ τόν ἴλεων, εὐμενῆ καί εὐδιάλακτον, γενέσθαι τόν ἀγαθόν καί φιλάνθρωπον Θεόν ἠμῶν,
τοῦ ἀποστρέψαι καί, διασκεδᾶσαι πάσαν ὀργήν καί νόσον, τήν καθ' ἠμῶν κινουμένην, καί ρύσασθαι ἠμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καί ἐλεῆσαι ἠμᾶς.
Κύριε, ἐλέησον. (3)
Ἔτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν φωνῆς τῆς δεήσεως ἠμῶν τῶν ἁμαρτωλῶν, καί ἐλεῆσαι ἠμᾶς. Κύριε, ἐλέησον. (3)
Ἐπάκουσον ἠμῶν, ὁ Θεός, ὁ Σωτήρ ἠμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γής καί τῶν ἐν θαλάσση μακράν, καί ἴλεως, ἴλεως γενού ἠμίν, Δέσποτα ἐπί ταῖς ἁμαρτίαις ἠμῶν,
καί ἐλέησον ἠμᾶς. Ἐλεήμων γάρ καί φιλάνθρωπος Θεός ὑπάρχεις, καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῶ καί τῷ Ἁγίω Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰώνας
τῶν αἰώνων. Ἀμήν.

Ἡ Μικρά Ἀπολισις
Τῶν πιστῶν ἀσπαζομένων τῆς εἰκόνος ψάλλομεν


Τό τροπάριον
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου.

Μάρτυς τοῦ Χριστοῦ πανευκλεής, σκέπη τῶν πιστῶν καί προστάτις, Ἀναστασία σεμνή, πάσης περιστάσεως, βιαίας λύτρωσαι, τούς θερμῶς σοί προστρέχοντος, πάσαν εὐλογίαν,
θείας ἀγαθότητος ἑξαιτουμένη αὐτοῖς, ὅπως ἐν σεμνή πολιτεία καί εἰρηνική καταστάσει, τόν σέ μεγαλύνοντα δοξάζωμεν

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασάμενη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν, εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ Ἀθληφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου