Παρασκευή 22 Αυγούστου 2014

ΜΑΡΤΙΟΥ 16. ΧΡΙΣΤΟΔΟΥΛΟΥ ΠΑΤΜΟΥ ΟΣΙΟΥ ΑΚΟΛΟΥΘΙΑ

 




Εις μνήμην του μακαριστού αρχιεπισκόπου Αθηνών, κυρού Χριστοδούλου.

Ευχαριστώ θερμώς τον φίλο Νεκτάριο Μαμαλούγκο, ο οποίος μου προσφέρε σχεδόν έτοιμη δακτυλογραφημένη την ακολουθία του Οσίου.


Τῌ ΙΣΤ´ ΤΟΥ ΜΗΝΟΣ ΜΑΡΤΙΟΥ
ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΧΡΙΣΤΟΔΟΥΛΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ
Α´.
Εἰ τύχοι ἡ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Χριστοδούλου ἐν μιᾷ τῶν ἡμερῶν τῆς ἑβδομάδος τῆς Τυροφάγου, ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ τῆς Ἀγρυπνίας, μετὰ τὴν συνήθη στιχολογίαν, εἰς τὸ «Κύριε ἐκέκραξα» ἱστῶμεν στίχους ς ᾿ καὶ ψάλλομεν τὰ τέσσαρα προσόμοια τοῦ Ὁσίου «Ὅλον ἀναθέμενος» δευτεροῦντες τὰ δύο πρῶτα, Δόξα τοῦ Ὁσίου, Καὶ νῦν «Τίς μὴ μακαρίσει σε», «Φῶς ἱλαρόν, το προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα. Εἰ δέ ἐστι Τετάρτη ἤ Παρασκευή, συμπεριλαμβάνομε καὶ τὸ ἀνάγνωσμα τοῦ Τριῳδίου. Ἡ Λιτὴ τοῦ Ὁσίου καὶ τὰ ἀπόστιχα οὕτω· τὸ ἰδιόμελον τοῦ Τριῳδίου δίς, το μαρτυρικὸν καὶ έν τῶν ἀποστίχων τοῦ Ὁσίου μὲ ἀνάλογον στίχον. Δόξα τοῦ Ὁσίου, Καὶ νῦν Θεοτοκίον, Ἀπολυτίκιον τοῦ Ὁσίου δὶς καὶ Θεοτοκίον, Εἰς τὸν Ὄρθρον, οἱ κανόνες τῆς Θεοτόκου εἰς ς᾿ καὶ τοῦ Ὁσίου εἰς η ᾿ · Ὅταν δὲ τύχη ᾠδὴ τοῦ Τριῳδίου, λέγονται τῆς Θεοτόκου εἰς δ ´. τοῦ Τριῳδίου εἰς δ᾿ καὶ τοῦ Ὁσίου εἰς ς´. Καταβασίαι «Ἀνοίξω τὸ στόμα μου» καὶ κοντάκιον «Προστασία τῶν χριστιανῶν».
Β ´.
Εἰ τύχοι τῷ Σαββάτῳ τῆς Τυροφάγου, τῆ Παρασκευῆ ἑσπέρας ἐν τῆ Ἀγρυπνίᾳ μετὰ τὴν συνήθη στιχολογίαν, εἰς τὸ «Κύριε ἐκέκραξα» ψάλλομεν προσόμοια τοῦ Ὁσίου γ᾿ καὶ τῶν Ὁσίων Πατέρων γ ´. Δόξα τοῦ Ὁσίου «Τὸ κατ ᾿ εἰκόνα», Καὶ νῦν «Τίς μὴ μακαρίσει σε», Εἴσοδος, «Φῶς ἱλαρον», τὸ προκείμενον καὶ τὰ ἀναγνώσματα τοῦ Ὁσίου καὶ τῶν Πατέρων, η Λιτὴ τοῦ Ὁσίου καὶ εἰς τὰ ἀπόστιχα τὸ ἰδιόμελον τοῦ Τριῳδίου δίς, τὸ μαρτυρικὸν καὶ ἕν τῶν ἀποστίχων τοῦ Ὁσίου. Δόξα «Τῶν μοναστῶν τὰ πλήθη», καὶ νῦν Θεοτοκίον «Δέσποινα πρόσδεξαι», Ἀπολυτίκια τοῦ Ὁσίου, τῶν Ὁσίων, Θεοτοκίον καὶ ἡ εὐλογησις τῶν ἄρτων. Ἡ ἀνάγνωσις τοῦ Βίου τοῦ Ὁσίου. Εἰς τον Ὄρθρον, τὰ ἀπολυτίκια ὡς ἀνωτέρω. Εἰς τὴν στιχολογίαν καθίσματα τοῦ Ὁσίου καὶ τῶν Πατέρων, ἀνάγνωσις τῶν Ὁσίων, ὁ Πολυέλεος καὶ τὸ Εὐαγγέλιον τοῦ Ὁσίου, ο Ν᾿ κλπ. Τὸ «άσωμεν τῷ Κυρίῳ» οὐ στιχολογεῖται. Οἱ κανόνες, ὁ τῆς Θεοτόκου « Ὑγρὰν διοδεύσας», ὁ τοῦ Ὁσίου καὶ ὁ τῶν Ὁσίων. Εἰς τοὺς Αἴνους, τὰ προσόμοια τοῦ Ὁσίου καὶ τῶν Ὁσίων. Δόξα τοῦ Ὁσίου. Καὶ νῦν Θεοτοκίον. Δοξολογία μεγάλη καὶ μετὰ τὴν Ἐκτενῆ ἡ προσκύνησις τοῦ τιμίου Λειψάνου τοῦ Ὁσίου κατὰ τὴν γνωστὴν τάξιν.


Γ´.
Εἰ τύχοι τῆ Τῤίτη ἤ Τετάρτη ἤ Παρασκευῆ τῆς Α ᾿ ἑβδομάδος τῶν Νηστειῶν καὶ τῶν λοιπῶν ἑβδομάδων τῆς Ἁγίας καὶ Μεγάλης Τεσσαρακοστῆς, σχολάζουσιν, αἱ μετάνοιαι ἀπ᾿ αὐτῆς τῆς ἐνάρξεως τοῦ Ἑσπερινοῦ, πλὴν τῶν τελευταίων γ ᾿ μεγάλων μετανοιῶν καὶ τῶν γινομένων` ὁμοίως εἰς τὸ «Κατευθυνθήτω», εἰς το «Νῦν αἷ δυνάμεις καὶ εἰς τὸ «Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον». Τῇ παραμονῆ, εἰς τὸ Λυχνικὸν ἡ συνήθης στιχολογία. Εἰς τὸ «Κύριε ἐκέκραξα» ἱστῶμεν στίχους ι᾿ καὶ ψάλλομεν τὸ ἰδιόμελον τῆς ἡμέρας (Δευτέρᾳ Τρίτη, Πέμπτῃ τὸ τῶν ἀποστίχων) δὶς καὶ τὸ μαρτυρικόν, τὰ γ προσόμοια τῆς σειρᾶς τοῦ Τριῳδίου καὶ τὰ γ προσόμοια τοῦ Ὁσίου τοῦ Μικροῦ Ἑσπερινοῦ` ἦχος α ᾿ «Παμμάκαρ Χριστόδουλε, σαυτόν» δευτεροῦντες τὸ α ´. Δόξα τοῦ Ὁσίου, ἦχος β «Τὸ μνημόσυνόν σου». Καὶ νῦν Θεοτοκίον ἀνάλογον. Εἴσοδος μετὰ τοῦ θυμιατοῦ,τὰ ἀναγνώσματα τῆς ἡμέρας καὶ εἷτα τοῦ Ὁσίου. Το «Κατευθυνθήτω» καὶ καθεξῆς ἡ Θεία Λειτουργία τῶν Προηγιασμένων. Κοινωνικόν «Γεύσασθε», ἡ εὐλόγησις τῶν κολλύβων καὶ ἀπόλυσις. Ἐν τῆ ἀγρυπνίᾳ, τὸ Μέγα Ἀπόδειπνον μέχρι καὶ τῆς Δοξολογίας. Εἷτα ἡ Λιτὴ τοῦ 'Οσίου ἐν τῷ νάρθηκι. Τὰ ἀπόστιχα τοῦ Ὁσίου, ἧχος πλ. α᾿ «Χαίροις τῶν μοναστῶν». Δόξα τοῦ Ὁσίου, ἧχος πλ, δ´ «Τῶν μοναστῶν τὰ πλήθη». Καὶ νῦν Θεοτοκίον. Ἀπολυτίκιον τοῦ Ὁσίου δίς. Καὶ νῦν, ἀντὶ Θεοτοκίου, τὸ «Θεοτόκε Παρθένε» ἀργὸν δίχορον. Ἡ εὐλόγησις τῶν ἄρτων, τὸ «Εὐλογήσω τὸν Κύριον» κλπ, καὶ ἀπόλυσις. Εἷτα τίθεται ἀνάγνωσις ὁ Βίος τοῦ Ὁσίου Πατρὸς. Καὶ μετ᾽ αὐτὴν ὁ Ἑξάψαλμος ὡς συνήθως. Εἰς τὸ «Θεὸς Κύριος», τὸ ἀπολυτίκιον τοῦ Ὁσίου καὶ τὸ Θεοτοκίον «Πάντα ὑπὲρ ἔννοια», Ἡ συνήθης στιχολογία καὶ ἡ ἀνάγνωσις ἐκ τοῦ Ἐφραίμ. Ὁ Πολυέλεος, οἱ Ἀναβαθμοἵ καὶ τὸ Εὐαγγέλιον τοῦ Ὁσίου. Ὁ Ν ᾿ ψαλμὸς καὶ τὸ ἰδιόμελον τοῦ Ὁσίου, ἦχος πλ. β ´ «Θεία χάρις ἐκκέχυται». Οἱ κανόνες τοῦ Ὁσίου καὶ τὰ Τριῴδια ὡς καθ᾿ ἑκάστην. Χρὴ γινώσκειν ὅτι τὰ περιττὰ τροπάρια τῶν Τριῳδίων ψάλλονται οὐχὶ ἐν τῷ μέσῳ, ὡς συνήθως, ἀλλ᾿ ἐν τοῖς χοροῖς. Ἀφ῏ ἔκτης κοντάκιον καὶ οἶκος τοῦ Ὁσίου. Εἰς τοὺς Αἴνους στιχηρὰ προσόμοια τοῦ Ὁσίου ἧχος πλ. δ᾿ «Πάτερ Θεόφρον Χριστόδουλε» δευτεροῦντες το α´. Δόξα ἧχος ο αὐτὸς «Οὐρανοδρόμῳ». Καὶ νῦν «Δέσποινα πρόσδεξαι». Δοξολογία μεγάλη, τὸ ᾀπολυτίκιον τοῦ Ὁσίου, ἡ Ἐκτενὴς καὶ ἀπόλυσις. Ἐν συνεχείᾳ εὐλογήσαντος τοῦ ῾Ιερέως, ἀκολουθεί η προσκύνησις του τιμίου λειψάνου του Οσίου κατὰ τὴν γνωστὴν ἐν τῆ Μονῆ τάξιν. Τὸ πρωὶ ἀναγινώσκονται αἱ ῟Ωραι λιταί, ἐν αἶς ἀπολυτίκιον καὶ κοντάκιον λέγομεν τοῦ Ὁσίου. Εἰς τὴν Θ` ὥραν οἱ Μακαρισμοὶ χῦμα κλπ, καὶ ἀρχόμεθα τὁῦ Ἑσπερινοῦ. Μετὰ τὸν Προοιμιακόν καὶ τὴν συνήθη στιχολογίαν, εἰς τὸ «Κύριε ἐκέκραξα» ἱστῶμεν στίχους ι᾿ καὶ ψάλλομεν τὸ ἰδιόμελον τῆς ἡμέρας δὶς καὶ τὸ μαρτυρικόν. Τὰ τρία προσόμοια τοῦ Τριῳδίου καὶ τοῦ Ὁσίου τὰ τέσσαρα τοιαῦτα. Δόξα τοῦ Οσίου. Καὶ νῦν Θεοτοκίον. Εἴσοδος μετὰ τοῦ Εὐαγγελίου. Το «Φῶς ἱλαρὸν» καὶ τὰ ἀναγνώσματα τῆς ἡμέρας. Τὸ «Κατευθυνθήτω», ἡ εὐλόγησις τῶν ἄρτων, ὁ Ἀπόστολος καὶ τὸ Εὐαγγέλιον τοῦ Ὁσίου καὶ καθεξῆς ἡ Θεία Λειτουργία τῶν Προηγιασμένων. Κοινωνικὸν «Εἰς μνημόσυνον». Το «Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ», ἡ εὐλόγησις τῶν κολλύβων καὶ ἐν συνεχεία ἡ῾ ἀπόλυσις.
Δ´.
Εἰ τύχοι ἡ μνήμη τοῦ Ὁσίου ἐν Σαββάτῳ, τῆ Παρασκευῆ πρωὶ ἐν τῷ Ἑσπερινῷ, μετὰ τὴν συνήθη στιχολογίαν, εἰς τὸ «Κύριε ἐκέκραξα», ἱστῶμεν στίχους ι᾿ καὶ ψάλλομεν τὸ ἰδιόμελον τῆς ἡμέρας δίς, τὰ τέσσαρα μαρτυρικὰ τοῦ ἤχου καὶ τέσσαρα τοῦ Ὁσίου προσόμοια. Δόξα τοῦ Ὁσίου. Καὶ νῦν Θεοτοκίον τοῦ ἤχου τῆς ἑβδομάδος, ἐξαιρέσει τοῦ Σαββάτου τοῦ Ἁγίου Θεοδώρου, οπότε, μετὰ τὸ ἰδιόμελον δίς, ψάλλομεν ἓν ἐκ τῶν τεσσάρων μαρτυρικῶν, γ᾿ προσόμοια τοῦ Ὁσίου καὶ δ᾿ ἰδιόμελα τοῦ Ἁγίου Θεοδώρου. Δόξα τοῦ Ἁγίου Θεοδώρου, Καὶ νῦν Θεοτοκίον τοῦ ἤχου, τῆς ἑβδομάδος, εἴσοδος μετὰ θυμιατοῦ. Τὸ «Φῶς ἱλαρὸν» καὶ τὰ ἀναγνώσματα τῆς ἡμέρας καὶ τοῦ Ὁσίου. Τὸ «Κατευθυνθήτω» καὶ καθεξῆς ἡ Λειτουργία τῶν Προηγιασμένων. Κοινωνικὸν «Γεύσασθε», τὸ «Εὐλογήσω τὸν Κύριον» καί μετὰ τὴν ἀπόλυσιν, ο κανὼν τοῦ Ἁγίου Θεοδώρου καὶ ἡ εὐλόγησις ἀμφοτέρων τῶν κολλύβων. Ἐν τῆ Ἀγρυπνίᾳ ἀναγινώσκεται τὸ Μικρὸν Ἀπόδειπνον, μετὰ δὲ τὴν Δοξολογίαν τὸ «Τῇ ὑπερμάχῳ» δίχορον καὶ ἀναγινώσκονται οἱ οἷκοι τῆς Θεοτόκου. Εἷτα τὸ «Τῆ ὑπερμάχῳ» καὶ ἀμέσως ἡ Λιτὴ τοῦ Ὁσίου ἐν τῷ νάρθηκι. Ἀπόστιχα τοῦ 'Οσίου. Δόξα τοῦ Ὁσίου, Καὶ νῦν Θεοτοκίον. Το ἀπολυτίκιον τοῦ Ὁσίου δίς. Καὶ νῦν ἀντὶ Θεοτοκίου το «Θεοτόκε Παρθένε», ἀργὸν δίχορον, ἡ εὐλόγησις τῶν ἄρτων, τὸ «Εὐλογήσω» κλπ. καὶ ἀπόλυσις. Μετὰ τὴν ἀνάγνωσιν τοῦ Βίου τοῦ Ὁσίου, ἡ Ἀκολουθία τοῦ Ὄρθρου ὡς ἐν περιπτώσει Γ ´, πλὴν τῶν κανόνων, οἵτινες ψάλλονται ὡς ἑξῆς` ἀπὸ α ᾿ ᾠδῆς μέχρι καὶ τῆς ε ᾿ τοῦ Ὁσίου εἰς ς ᾿ μόνον, ἀπὸ δὲ τῆς ς ᾿ ᾠδῆς τίθενται τὰ τετραῴδια εἰς η` μετὰ τοῦ Ἁγίου εἰς ς ` προηγουμένου τοῦ κανόνος τοῦ Ὁσίου. Ἐξαίρεσις γίνεται κατὰ το πρῶτον Σάββατον τῶν Νηστειῶν, ὁπότε ψἀλλομεν εἰς τὸ ·«Θεὸς Κύριος» ἀπολυτίκια τοῦ Ὁσίου, τοῦ Ἁγίου Θεοδώρου καὶ τὁ Θεοτοκίον Εἰς τὴν στιχολογίαν, καθίσματα τοῦ Ὁσίου καὶ τοῦ Ἁγίου Θεοδώρου. Ἀνάγνωσις, τοῦ Ἁγίου Θεοδώρου τὸ θαῦμα, Ὁ Πολυέλεος, οἱ Ἀναβαθμοὶ καὶ τὸ Ευἀγγέλιον τοῦ Ὁσίου. Μετὰ τὸν Ν` ψαλμόν, τὸ ἰδιόμελον τοῦ Ὁσίου, «Τῷ Κυρίῳ ᾄσωμεν» οὐ στιχολογεῖται. Οἱ κανόνες τοῦ Ὁσίου εἰς ς᾿ καὶ τοῦ Ἁγίου Θεοδώρου εἰς η. Καταβασίαι « Ἀνοίξω τὁ στόμα μου», ἁπὸ γ` ᾠδῆς, κοντάκιον καὶ κάθισμα τοῦ Ὁσίου. Δόξα τοῦ Ἁγίου Θεοδώρου. Ἐξαποστειλάρια τοῦ Ὁσίου καὶ τοῦ Ἁγίου Θεοδώρου. Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους ς` καὶ ψάλλομεν στιχήρὰ προσόμοια τοῦ Ὁσίου γ ᾿ καὶ τοῦ Ἁγίου Θεοδώρου ὡσαύτως γ´. Δόξα τοῦ Ὁσίου. Καὶ νῦν Θεοτοκίον. Δοξολογία μεγάλῃ, ἀπολυτίκιον τοῦ Ὁσίου, ἡ Ἐκτενὴς καὶ μετᾲ τὴν ἀπόλυσιν ἡ προσκύνησις τοῦ τιμίου Λειψάνου τοῦ Ὁσίου ὡς ἀνωτέρῳ. Ἐν τῆ Λειτουργίᾳ, τὰ τυπικὰ καὶ οἱ Μακαρισμοί. Ἐκ τοῦ κανόνος τοῦ Ὁσίου ῳδὴ γ ᾿ εἰς δ᾿ καὶ τοῦ Ἁγίου Θεοδώρου ᾠδὴ ς ᾿ εἰς δ ´. Ἀπολυτίκια ἀμφοτέρων τῶν Ἁγίων. Κοντάκιον «Τῆ ὑπερμάχῳ». Ἀπόστολος καὶ Εὖαγγέλιον ἀμφοτέρων τῶν Ἁγίων, Κοινωνικὸν «Εἰς μνημόσυνον». Ἡ εὐλόγησις τῶν κολλύβων καὶ ἀπόλυσις.


ΜΗΝΙ ΜΑΡΤΙΩ ΙΣΤ`'
ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΧΡΙΣΤΟΔΟΥΛΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ
ΕΝ ΤΩ ΕΣΠΕΡΙΝΩ
Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στιχηρὰ ι´ ἤτοι τοῦ Τριῳδίου τὸ ἰδιόμελον δὶς καὶ τὰ τρία προσόμοια, εἶτα τὰ παρόντα δ᾿ τοῦ Ἁγίου, δευτεροῦντες τὸ α´. Ἦχος Πλ β ´
Ὅλην ἀποθἐμενοι.
Όλον ἀναθέμενος τῷ Ποιητῆ καὶ Δεσπότη σαυτὸνἐκ νεότητος, θεοφόρε, ἅπασαν γῆς προσπάθειαν εὐσταθῶς ἀπέρριψας καὶ αὐτῷ Όσιε, ἀδιστάκτως ἡκολούθησας, νηστείαις, δάκρυσι, προσευχαῖς καὶ πόνοις καὶ θλίψεσι τὴν σάρκα κατατήκων σου καὶ καθυποτάττων τῷ πνεύματι, Ὅθεν ὲν ὑψίστοις τοῖς ἀνω συγχορεύεις λειτουργοῖς, ἀκαταπαύστως δεόμενος ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Μωσῆς όσπερ δεύτερος, ἐκ σκοτασμοῦ ἀγνωσίας, λαοὺς ὑπεξήγαγες καὶ Θεῷ πανάγιε, προσενήνοχας, τοις ἐν ζόφῳ ὸντας ἁμαρτίας πάλαι ὁδηγήσας πρὸς μετάνοιαν, καὶ καθυπέδειξας τούτοις τὴν όδὸν τὴν σωτήριον, δαιμόνων ἑπηρείας τε καὶ ἁμαρτιῶν ἐκλυτρούμενος, σοῦ ταῖς νουθεσίαις ὑπείκαντας καὶ μἐνοντας λαβεῖν πόνων ὲκεῖ τὴν ἀντίδοσιν, Όσιε Χριστόδουλε.
Ήστραψεν ὁ βίος σου τῶν ἀρετῶν λαμπηδόσι καὶ πιστοὗς ἑφώτισε καὶ δαιμὀνων φάλαγγας ἀπεδίωξεν· ἀληθῶς ὤφθης γὰρ φωταυγὴς ἥλιος, θεορρῆμον παμμακάριστε, καὶ νῦν ὲσκήνωσας ένθα φῶς ὑπάρχει ἀνέσπερον, υἱὸς ἡμέρας χάριτι Πνεύματος ἁγίου γενόμενος. Ὅθεν σου τὴν μνήμην, τὴν θείαν καὶ φωσφόρον καὶ σεπτήν, ἐπιτελοῦντες, Χριστόδουλε, πόθῳ σε γεραίρομεν.
Όλην βδελυξάμενος τὴν γεηρὰν ἁμαρτίαν, οἶκον θείου Πνεύματος σεαυτόν, Πανάγιε, ἀπετέλεσας· καί, πολλούς, πάνσοφε, τοὐς πρὸς σὲ τρἐχοντας ὁδηγήσας πρός ἐπίγνωσιν καὶ ταῖς λαμπρότησι ταῖς θεουργικαῖς ἀστραπτόμενος καὶ χάριτι μυούμενος, τὰ σωτηριώδη διδάγματα, πάτερ θεοφόρε, μετἐδωκας γνησίοις φοιτηταῖς, θεομακάριστε, πάνσοφε, Όσιε Χριστόδουλε.



Δόξα. Ήχος πλ, β ´.
Τὸ κατ᾿ εἰκόνα τηρήσας ἀλώβητον, νοῦν ὴγεμόνα κατὰ παθῶν ὀλεθρίων ἀσκητικῶς ὲνστησάμενος, εἰς τὸ καθ᾿ ὁμοίωσιν ὡς δυνατὸν ανελἡλυθας ἀνδρικῶς γὰρ τὴν φύσιν ὲκβιασάμενος, ἐσπευσας τὸ χεῖρον καθυποτάξαι τῷ κρείττονι καὶ τὴν σάρκα δουλῶσαι τῷ πνεύματι. Ὅθεν μοναζόντων, ἀνεδείχθης ἀκρότης, πολιστὴς τῆς ἐρήμου, εὐδρομούντων ἀλείπτης, κανὼν ἀρετῆς ἀκριβέστατος. Καὶ νῦν ἐν οὐρανοῖς, τῶν ἐσόπτρων λυθέντων, Χριστόδουλε, καθαρῶς ἐποπτεύεις τὴν ἁγίαν Τριάδα, ἐντυγχάνων ἀμέσως ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων σε.
Καὶ νῦν.
Τίς μὴ μακαρίσει σε.
Εἴσοδος. Τὸ Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας, τὰ ἀναγνώσματα τοῦ Τριῳδίου, εἶτα τοῦ Ἁγίου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
Δικαίων ψυχαὶ ἑν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. ᾽Ἐδοξαν ἐν ὁφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίστη κάκωσις ἡ έξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνη· καὶ γὰρ ἑν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης, καὶ ὁλίγα παιδευθἐντες μεγάλα εὐεργετηθήσονται· ὅτι ό Θεὸς ἑπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτους ἀξίους ἐαυτοῦ· ὡς χρυσὸν ἑν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἑπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἑπ᾿ αὐτῷ συνὴσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ. Ὅτι χάρις καὶ έλεος ἐν τοῖς όσίοις αὐτοῦ, καὶ ὲπισκοπὴ ἑν τοῖς ὲκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἑν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ ὑψίστῳ, Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὁτι τῆ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτῆσιν εἰς ἀμυναν ἑχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, όσιότητα` ὁξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τους παράφρονας πορεύσονται δὲ εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ριφήσονται χάλαζαι· ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἑκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὗν, βασιλεῖς, καὶ σύνετε μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ ὑψίστου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
Δίκαιος ἐὰν φθάση τελευτῆσαι, ἐν ἀναπαύσει έσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμἐτρηται· πολιὰ δἐ ἐστι φρόνησις ἀνθρώποις καὶ ἦλικία γήρως βίος ἀκηλίδωτος, Εὐάρεστος θεῷ γενόμενος ὴγαπὴθη, καὶ ζῶν μεταξύ άμαρτωλῶν μετετέθη. Ἡρπάγη μὴ κακία ἀλλάξη σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήση ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ὲν ὁλίγῳ ὲπλήρωσε χρὸνους μακρούς· ἀρεστὴ γὰρ ἡν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Διὰ τοῦτο έσπευσεν ἐκ μἐρους πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἑπὶ διανοίᾳ τὸν τοιοῦτον· ότι χάρις καὶ ἐλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ὲκλεκτοῖς αὐτοῦ.
Εις την Λιτην στιχηρα, ἦχος α
Ο κλεινὸς καὶ στερρὸς Χριστόδουλος ἐν τῆ τοῦ βίου ἀθλήσει τὰ στίφη τῶν δαιμὀνων καθεῖλεν· ἐν ἐαυτῷ γὰρ εἶχε τὸν Κύριον καί, τὸν ἀσκητικὸν δρόμον ἀξίως διανύσας, έν μοναστῶν νῦν σκηναῖς αἰωνίως ἀγάλλεται καί, θρόνῳ Θεοῦ παριστάμενος, ἀκαταπαύστως πρεσβεύει ὁ ὅσιος τοῦ σῶσαι πάντας ἡμᾶς τοθς τελοῦντας τὴν μνήμην αὐτοῦ τὴν σωτήριον.
Ο αὐτός.
Τὸν ἐν πόνοις τοῖς ἀσκητικοῖς ἀπαράμιλλον, τὸν ὑπὲρ τῆς αἰωνίου ζωῆς ἀγωνισάμενον, ἅπαντες τιμήσωμεν λέγοντες· Χαίροις ὁ στερρὸς τῆς πίστεως θέμεθλος, κατὰ τους ἀρχαίους πατέρας καὶ διδασκάλους· χαίροις ό φαιδρῶς λάμψας ἐν ἀρεταῖς, ὁ φωτίσας τὰ πέρατα τοῦ κόσμου- χαίροις ἡ τῶν θαυμάτων ἀκένωτος πηγή- χαίροις τῆς Πάτμου τὸ καύχημα καὶ τῶν νήσων ἀγαλλίαμα.
Ο αὐτός.
Τῶν θαυμάτων τὴν πηγὴν τὴν ἀέναον, τὸν κατὰ τῆς πονηρίας στερρῶς ὁπλισάμενον, δεῦτε, πιστοι, ὑμνήσωμεν λἐγοντες Χαίροις τῶν πιστῶν ἀήττητος πρόβολος, πονηρῶν πνευμάτων ἀπείργων μηχανουργίας χαίροις ὁ Χριστὸν ἔχων ἐν ἐαυτῷ ἐνοικοῦντα,καὶ δόξης ·σε πληροῦντα` χαίροις ό τῶν νοσούντων ταχὺς θεραπευτής· χαίροις ἱσταμένων τὸ στήριγμα καὶ καταπιπτόντων ἐπανόρθωσις.

Ήχος β ´.
Τὸ μνημόσυνόν σου εἰς τὸν αἰῶνα μἐνει, ὅσιε πάτερ Χριστόδουλε, καὶ τὸ πρᾷον τῆς καρδίας σου, θεράπον μακάριε εἰ γὰρ μετἐστης ἐξ ἡμῶν, ὁ ποιμὴν ὁ καλός, ἀλλ᾿ οὐκ ἀπέστης ἀφ᾿ ἡμῶν τῷ πνεύματι· ὲν ἀγάπη Θεῷ παριστάμενος καὶ σὺν ἀγγἐλοις χορεύων ἐν οὐρανοῖς, ἱκέτευε ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτός.
Η τῶν λειψάνων σου θήκη, πανεύφημε πάτερ, πηγάζει ἰάματα καὶ ἡ ἁγία σου ψυχὴ ἀγγἐλοις συνοῦσα ἀξίως ἀγάλλεται. ᾽Ἐχων οῦν πρὸς τὸν Κύριον, ὅσιε,, παρρησίαν καὶ μετὰ τῶν ἀσωμάτων χορεύων ἑν οὐρανοῖς, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος γ ´.
Όσιε Χριστόδουλε, τῆς στερροτάτης ἀσκὴσεως ἐν έ τῆ καυστικῆ καὶ ἐπιπόνῳ διατριβῇ ῶς ἐν ἀδύτοις ἀναπαυόμενος διετέλεσας· τοῖς ὲρημικωτέροις γὰρ ἐαυτὸν συνάψας πνευματικῶς, τὰς πυριφλέκτους φαρέτρας τῶν δαιμόνων κατεπάτησας καί, ὑπεράνω πάσης ἀρετῆς γεγονώς, συναυλίζη ἀγγέλοις ἐν τῆ βασιλείᾳ τῶν οὐρανῶν μεθ᾿ ῶν πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ὴμῶν.
Δόξα. ῟Ηχος πλ. α´.
Τοῖς ἀσκητικοῖς ἀγῶσι σαυτὸν κατακοσμῆσας,τῶν ἀπ ᾽ αἰῶνος όσίων, Χριστόδουλε, σύσκηνος γέγονας καί, τὴν αὐτῶν ζηλώσας ἀμέμπτως πολιτείαν, ἀπείληφας τὸ βραβεῖον τῆς καρτερίας σου. Λάτρος γάρ σου κομπάζει τὰ σκάμματα καὶ Πάτμος τὰ παλαίσματα· καὶ ὴ θεία λάρναξ τοῖς ἐν αὐτῆ ἑν πίστει προσιοῦσι βρύει ἰάματα, Χριστόδουλε, Διὸ καὶ ἦμῖν ὄμβρησον σήμερον ψυχικὴν σωτηρίαν καὶ κινδύνων ἀφάρπασον καὶ πάσης περιστάσεως, τοὐς ὲν πίστει ὲκτελοῦντας τὸ ἱερόν σου μνημόσυνον.
Καὶ νῦν. Μακαρίζομέν σε.
Εἰς τὸν στίχον, Στιχηρὰ ῆχος πλάγ. α ´. Χαιροις ἀσκητικων
Χαιροις των μοναστων ἦ κρηπις αρχιποιμἐνων το σεπτὸν ὲγκαλλώπισμα, ἦ στάθμη τῆς ἐγκρατείας; ὁ των ψυχῶν ἰατρός, ἀσθενῶν ἡ ρῶσις, παναοίδιμε· χηρῶν ὁ προστάτης τε, θλιβομἐνων παράκλησις, ἀδικουμένων βοηθὸς ἀκαταίσχυντος, ἡ σωτήριος τῶν πταιόντων παραίνεσις ἄπασι τοῖς τιμῶσί σου τὴν κοίμησιν σήμερον, λύσιν πταισμάτων παράσχου, δεινῶν παντοίων λυτρούμενος, ὲχθρῶν τὰς ἐφόδους ἀπελαύνων καὶ παρἐχων τὸ μἐγα ἔλεος.

Στίχος, Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος.
Ποίμνην τῶν τοῦ ἑχθροῦ μηχανῶν ἀνακειμένην , σοι, Χριστόδουλε, λύτρωσαι, ἀπράκτους τὰς ἐπινοίας ἀποδεικνύων αὐτοῦ τῆ θερμῆ πρεσβείᾳ, παμμακάριστε, ἐχθρῶν ὲκδιώκων ἑπερχομἐνων τὰς φάλαγγας καὶ περιέπων τὴν μονήν σου ἀπόρθητον, τῆ πρὸς Κύριον ὲπιμόνῳ δεὴσει σου· σἐ γὰρ ὲπικαλούμεθα οἱ δοῦλοί σου, ἀγιε, θραῦσον τάς τούτων ὲνἐδρας καὶ τὰς βουλὰς διασκἐδασον, Θεῷ οἰκειῶν ὴμᾶς καὶ τέκνα ἀποδεικνύων αὐτοῦ, ἀείμνηστε.
Στίχος. Μακάριος ἀνὴρ ό φοβούμενος τὸν Κύριον.
Χαίροις ό ἀπὸ βρέφους Θεῷ ἀνατεθεὶς ῶς Σαμουήλ, ἀξιάγαστε, λαοῖς τε ὗποδεικνύων, ὡς ᾽Ιωάννης τὸ πρίν, τὴν όδὸν Κυρίου τὴν σωτήριον, δεινῆς ἑκλυτρούμενος ἀσεβείας τοῖς λόγοις σου καὶ προς,τὸ φέγγος ὲμβιβάζων τῆς γνώσεως τοῖς πανσόφοις σου, θεοφόρε, διδάγμασιν ἀπαντας τούς ὲν πίστει σοι καὶ πόθῳ προστρέχοντας, οὓς καὶ προσῆξας τῷ πάντων Θεῷ πανάμωμα θύματα· αὐτὸν ἱκετεύων μὴ ἑλλίπῃς τῆ σῆ ποίμνη δοῦναι τὸ ἐλεος.
Δόξα. ῟Ηχος πλ. δ ´.
Τῶν μοναστῷν τὰ πλήθη, τὸν καθηγητήν σε τιμῶμεν, Χριστόδουλε· διὰ σοῦ γὰρ τὴν τρίβον τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ τῷ Χριστῷ δουλεύσας καὶ ἑχθροῦ θριαμβεύσας τὴν δύναμιν, ἀγγέλων συνόμιλε, όσίων συμμέτοχε καὶ δικαίων, μεθ᾿ ὡν πρέσβευε τῷ Κυρίῳ ἑλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Δἐσποινα, πρόσδεξαι τὰς δεήσεις.
Απολυτίκιον. Ἦχος β ´.
Τοῖς τῶν δακρύων σου ὄμβροις, πάτερ Χριστόδουλε, τῶν νοσημάτων ἐξαίρεις τὸν καύσωνα· διό σε πιστῶς ἱκετεύομεν, ἑπερχομένων παντοίων κακῶν ἡμᾶς λύτρωσαι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
῾Ἐτερον ἀπολυτίκιον εὑρεθὲν ἐν τοῖς χειρογράφοις τῆς μοναστηριακῆς βιβλιοθήκης.
Ἦχος γ´. Μέγαν εὔρατο ὲν τοῖς κινδύνοις.
Μέγα εὗρέ σε ἡ Πάτμος κλέος, παμμακάριστε ποιμὴν πατέρων· ὡς γὰρ διῆλθες ὁδὸν τῆς ἀσκὴσεως, τοῦ ἀκροτάτου τέλους ἐπέτυχες καὶ παρρησίας οὐδόλως διήμαρτες πάτερ, ὁσιε Χριστόδουλε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρὴσασθαι ἡμῖν τὸ μἐγα ἕλεος.

Ἐτερον, ποίημα τοῦ ἀββᾶ Ἀπολλώ. Ηχος β '
Τῶν προσευχῶν σου τοῖς ὄμβροις, Χριστόδουλε, κα·τασβεννύεις παθῶν ὑπεκκαύματα, διό σε πιστῶς ἱκετεύομεν, τῶν κατ ᾿ ἄμφω παθῶν ἡμᾶς λύτρωσαι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου