Τετάρτη, 11 Ιανουαρίου 2017

ΠΑΡΑΚΛΗΣΗ ΑΓΙΟΥ ΘΕΟΔΟΣΙΟΥ ΚΟΙΝΟΒΙΑΡΧΟΥ



Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε Εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος, καὶ τὸ ἑξῆς Τροπάριο. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς προσπελάζοντας τῇ θείᾳ μονῇ σου, καὶ τὴν θερμήν σου ἀρωγὴν ἐκζητοῦντας, τρισμάκαρ Θεοδόσιε, θαυμάτων πηγή, ῥῦσαι ἐκ τῆς ὄφεως ἀνηκέστου μανίας, καὶ χορήγει δύναμιν, ὑγίειαν καὶ ῥῶσιν, ἵνα σὲ πάντες μέλπωσιν ᾠδαῖς, ὡς ἰατρεῖον ἀδάπανον πίστεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...
Εἶτα ὁ Ν΄ ψαλμός, καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: ΘΕΟΔΟΣΙΟΥ ΛΙΤΑΣ ΠΡΟΣ ΘΕΟΝ ΑΙΤΟΥΜΑΙ. Χ(αραλάμπους).
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Θεὸν τὸν εἰρήναρχον καὶ ζωῆς, τὸν δότην ἀπαύστως καθικέτευε τοῖς πιστῶς, αἰτοῦσι τὴν σὴν θερμὴν πρεσβείαν, ῥῶσιν διδόναι, κλεινὲ Θεοδόσιε.
Ἐρήμου θεόφρον ὑφηγητά, ὑψικομε φοῖνιξ, καὶ δροσίζουσα Ἀερμών, ἀπέλασον νέφη τῆς ψυχῆς μου καὶ θεϊκὴν δρόσον ταύτῃ ἐπόμβρησον.
Ὁσίων πολύτιμε θησαυρέ, κοινοῦ βίου πρῶτε, Θεοδόσιε ἱερέ, ὁσίως ἀνύσαι μὲ τὸν βίον ἐν ψυχικῇ ἠρεμίᾳ ἀξίωσον.
Θεοτοκίον.
Δυσώπει, Πανύμνητε ἐκτενῶς, τὸν τῆς ὑφηλίου, Κτίστην μόνον σοφὸν Θεόν, ὡς μήτηρ Αὐτοῦ προσφιλέστατη, πέμψαι ἡμῖν τὸ Αὐτοῦ θεῖον ἔλεος.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ὁσιώτατε πάτερ, Μωγαρισσοῦ καύχημα, Βηθλεὲμ τὴν ἔρημον πᾶσαν ὁ πόνων πλήθεσι, καθαγιάσας Χριστῷ, ὑπὲρ ἡμῶν τῶν τιμώντων, τὴν σὴν μνήμην πρέσβευε, ὦ Θεοδόσιε.
Στύλος ὤφθης ἀζύγων, καθηγητὴς πάνσοφος, καὶ ἀκέστωρ τῶν ἱκετῶν σου πάνυ ταχύτατος, διὸ προσπίπτοντές σοι, ἀναβοῶμεν ἐκ πάσης, συμφορᾶς ἀπάλλαξον, Πάτερ σοὺς πρόσφυγας.
Ἱκετεύομεν βέλη, τοῦ μιαροῦ δράκοντος, ἀφ’ ἡμῶν ἀπέλασον τάχος, ἀσκητικώτατε, ὁ τῇ δυνάμει Χριστοῦ, κατατροπώσας τὸν πλάνον, καὶ Αὐτοῦ τῇ χάριτι, δάφνας δρεψάμενος.
Θεοτοκίον.
Οὐρανῶν ὑπέρτερα, ἡ τὸν Χριστὸν Κύριον, ἐν τῇ σῇ νηδύϊ ἀφράστως, Κόρη, χωρήσασα, τῆς σῳζομένων τυχεῖν, μερίδος ἐν τῇ ἡμέρᾳ. Ἄσπιλε, τῆς κρίσεως πάντας ἀξίωσον.
Διάσωσον, ἐξ ἀῤῥώστιας λοιμώδους καὶ πάσης βλάβης, τοὺς ἐν πίστει τῇ κραταιᾷ πρεσβείᾳ σου σπεύδοντας, φανέ, Θεοδόσιε, μονοτρόπων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ...
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Χαρίτων κρατήρ, καὶ φρέαρ ἀνεξάντλητον, θαυμάτων πολλῶν ἐπώφθης, Θεοδόσιε διὸ πάντες σπεύδοντες τῇ θερμῇ, σοφέ, ἀντιλήψει σου ἐκ χαλεπῶν κινδύνων, συμφορῶν καὶ βλάβης ταχέως ἐκλυτρούμεθα.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Ὑπὲρ φύσιν τὴν βρότειον, ἠγωνίσω ὄλβιε Θεοδόσιε, τῶν ψυχῶν θεράπον γνήσιε, καὶ τῶν θλιβομένων καταφύγιον.
Ληστρικὰς ἀποδίωξον, ἐπιθέσεις πάτερ ἐκ τῶν τιμώντων σε, καὶ γαλήνην ἐπιβράβευσον, ταῖς ψυχαῖς αὐτῶν, ὦ Θεοδόσιε.
Ἰατρεῖον ἀδάπανον, τὸ σεπτὸν σεμνεῖόν σου ἀναδέδεικται, ἀπελαῦνον ἅπαν νόσημα, ἐκ τῶν ἱκετῶν σου, Θεοδόσιε.
Θεοτοκίον.
Τίς ἀξίως ὑμνήσει σου, ἔνδοξε Παντάνασσα τὰ θαυμάσια, ἐκβοῶμεν οἱ προστρέχοντες, τῇ ἀκαταπαύστῳ μεσιτείᾳ σου.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἄδοντες φαιδρῶς, τὰ σὰ τίμια παλαίσματα, καὶ τοὺς πόνους σου βοῶμεν ἐκ παθῶν, τοὺς σοὺς ἱκέτας συντηρεῖ, κλεινέ, ἀπήμονας.
Στέφος ἐκ Θεοῦ, Θεοδόσιε ἀπείληφας, τῶν σῶν ἀγώνων καὶ νῦν τὸν Λυτρωτήν, καθικετεύεις ὑπὲρ τῶν πιστῶς τιμώντων σε.
Πᾶσαν λοιμικήν, φυγαδεύεις νόσον Ὅσιε, τῇ στεῤῥᾷ σου παῤῥησίᾳ πρὸς Θεόν, τῶν ἐν ἐρήμῳ ἀζύγων ὦ ἀκροθίνιον.
Θεοτοκίον.
Ῥῦσαι Μαριάμ, ἐκ λιμοῦ σεισμοῦ καὶ θλίψεων, τοὺς κραυγάζοντας ἐν πίστει ἀκλινεῖ· χαίροις τοῦ κόσμου, Μητρόθεε, παραμύθιον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Οἱ μώλωπες, τῆς ψυχῆς προσώζεσαν, τῆς δυστήνου μου ἀζύγων Ἀλείπτα, καὶ δυσωδίαν φρικτὴν ἐμποιοῦσιν, ἀλλὰ προστρέχων τῇ θείᾳ δυνάμει σου, ἀναβοῶ σοι εὐλαβώς, τὰς πληγάς μου ταχὺ ἀποξήρανον.
Στενώσεως, λυπηράς, κακώσεων καὶ σκανδάλων ἀπολύτρωσαι τάχος, τοὺς σοὺς ἱκέτας ὡς πένητα πάλαι, ἐκ τοῦ θυμοῦ διασώσας τοῦ λέοντος, φιλάνθρωπε θαυματουργέ, ἀσκητὰ γεραρέ, Θεοδόσιε.
Θεράπευσον, τῆς ψυχῆς μου τραύματα καὶ τοῦ σώματος πολλὰς ἀλγηδόνας, ὁ θεραπεύσας γυνὴν ἁψαμένην τοῦ σου κρασπέδου, σοφὲ Θεοδόσιε, ἐξ ἀνιάτου καὶ δεινῆς ἀσθενείας, δυνάμει τῆς πίστεως.
Θεοτοκίον.
Ἐκύκλωσαν, ὥσπερ τίγρεις ἄγριαι, τὴν ψυχήν μου καὶ ἀκόρεστοι κύνες, ἁγνὴ Παρθένε θεόνυμφε Κόρη, αἱ τοῦ δολίου δυνάμεις καὶ ἕλκουσι, πρὸς ᾌδην ταύτην πλὴν θαῤῥῶν, τῇ σῇ σκέπῃ ταχὺ διασῴζομαι.
Διάσωσον, ἐξ ἀῤῥώστιας λοιμώδους καὶ πάσης βλάβης, τοὺς ἐν πίστει τῇ κραταιᾷ πρεσβείᾳ σου σπεύδοντας, φανέ, Θεοδόσιε, μονοτρόπων.
Ἄχραντε...
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἡγεμῶν τῆς κοινῆς βιοτῆς τε καὶ πρώταρχε, ἀρετῶν θεϊκῶν ὅρος ὄντως ὑψίλοφον, μὴ παρίδῃς ἀπεγνωσμένας, Ὅσιε, φωνὰς τῶν προσφύγων σου, ἀλλὰ ταχύ, τῷ Λυτρωτῇ σου ἐκτενῶς, Θεοδόσιε, πρέσβευε, ἵνα ἐξ ἀμετρήτων κινδύνων καὶ ἀλγηδόνων ῥυσθῶμεν ἅπαντες ἡμεῖς οἱ τὴν μνήμην σου γεραίροντες.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον. (Λουκ. στ΄, 17-33)
Τῷ καιρῷ ἐκείνῳ, ἐστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰατο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἐλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεῖα τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ σκιρτήσατε, ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα: Ταῖς τῶν σῶν Ἁγίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... Ἦχος πλ. β΄.
Κλῆμα ὥσπερ δίκαιος, ἐν τοῦ Κυρίου τῷ οἴκῳ, φυτευθὲν ἐξήνθησας, βότρεις ἐνασκήσεως καὶ πραότητος, ἐξ ὧν καὶ τρέφονται, οἱ σὲ ἀνυμνοῦντες, καὶ προστρέχοντες σῇ χάριτι, ἐν τῷ τεμένει σου, τῷ σεπτῷ καὶ πίστει τὸν Κύριον, τοῦ κόσμου θεῖον ἥλιον καὶ Θεὸν τῶν ὅλων δοξάζουσι, κλέος μονοτρόπων, σοφίας Θεοδόσιε κρουνέ, μὴ μὲ παρίδῃς τὸν ἄθλιον, τὸν παρακαλοῦντά σε.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁλονύκτοις καμάτοις, προσευχαῖς ἀσιγήτοις, νηστείαις δάκρυσι, καὶ κλίσεσι γονάτων τοῦ πλάνου ἐτροπόσω τὰς ὀρδάς, Θεοδόσιε, καὶ νῦν ἐν πόλῳ οἴκων ὑπὲρ ἡμῶν πρεσβεύεις.
Γοερῶς ἱκετεύω, σὲ ἐρήμου πολίτα ὦ Θεοδόσιε, ἀπὸ λοιμώδους νόσου, ἀνάγκης τε καὶ βλάβης ἀσινῆ διαφυλάττε, κάμε τὸν μέλποντά σε, ἀπαύστως εἰς αἰῶνας.
Ἀσωμάτων τοῖς δήμοις καὶ ὁσίων ταῖς τάξεσι, Θεοδόσιε, ἀριθμηθεὶς πρεσβεύεις ὑπὲρ τῶν σὲ τιμώντων τῷ Δεσπότῃ τῆς κτίσεως, γεώργιον ἀρετῶν καὶ στῦλε ἐγκρατείας.
Θεοτοκίον.
Ἰατρὸν σὲ πλουτοῦμεν, Ὑπερύμνητε Κόρη, ἐν γῇ θειότατον, καὶ εὐσεβεῖ τῇ πίστει, δεόμεθά σου τάχος, πᾶσαν νόσον ἀπέλασον, ἐπώδυνον ἀφ᾿ ἡμῶν, τῶν σὲ μεγαλυνόντων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῶν μοναζόντων, ὑπογραμμὲ καὶ ἐρήμου, πολιοῦχε Θεοδόσιε τρισμάκαρ, μέμνησο τῶν πίστει σὲ ἀνυμνολογούντων.
Ὁσίων πέλεις, πανευκλεὴς ὑφηγήτωρ, Θεοδόσιε, τῶν κοινοβίων πρῶτε, καὶ θερμὸς μεσίτης ἡμῶν πρὸς τὸν Σωτῆρα.
Ὕμνον σοὶ ψάλλει, ἡ τῶν πιστῶν σου χορεία, ἐν μονῇ σου Θεοδόσιε, τῇ θείᾳ, σπεύδουσα ἐν δίναις τῇ σῇ ἐπιστασίᾳ.
Θεοτοκίον.
Μῆτερ ἁγία, πρὸς ἀφθαρσίας λειμῶνας, ὀλισθήσαντας φθορᾷ τῆς ἁμαρτίας, ἴθυνον σοὺς δούλους, τοὺς σὲ δοξολογούντας.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ἀκοίμητος προστάτης τῆς μονῆς σου πέλεις καὶ ἀντιλήπτωρ ταχὺς τῶν τιμώντων σέ, Κοινοβιάρχα θεόφρον, ὦ Θεοδόσιε.
Σῶσαι τὸν Κτίστην ὑπὲρ τῶν τὴν σὴν μνήμην ἐπιτελούντων, σοφὲ Θεοδόσιε, καὶ εὐφημούντων ἀπαύστως τὰ σὰ παλαίσματα.
Χαρίτωσον, ἐρήμου κλέϊσμα, τοὺς πόθῳ προσπεφευγότας τῇ θείᾳ πρεσβείᾳ σου καὶ εἰρηναῖον τὸν βίον τούτοις σὺ δώρησαι.
Θεοτοκίον.
Ἀνάκτορον τοῦ Κτίστου πάγχρυσον καὶ θρόνε Αὐτοῦ πολύτιμε, κόσμου Παντάνασσα, τῆς Ἐκκλησίας τὰ σκάνδαλα τάχος κόπασον.
Ἄξιόν ἐστιν. Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Τὴν κοινὴν ἐδίδαξας βιοτὴν, ἐν ταῖς θείαις μάνδραις Θεοδόσιε ἱερέ, καὶ ταῖς σῶν δακρύων, ῥοαῖς τὸ τῆς ἐρήμου, κατήρδευσας παμμάκαρ, ἄγονον ἔδαφος.
Ὕψος δυσαντίβλεπτον ἀρετῶν, ἴνδαλμα σοφίας Θεοδόσιε ἱερέ, τῆς κοινῆς ἐν μάνδραις, βιώσεως ἡγήτωρ, καὶ κλέϊσμα ἀζύγων ὤφθης θεόσδοτον.
Κοινοβίων πρῶτε καὶ εὐθαλές, ἄνθος τῆς ἐρήμου Θεοδόσιε τὸν Θεόν, ἐκτενῶς δυσώπει, ὑπὲρ τῶν ἀνυμνούντων, τῶν σῶν στεῤῥῶν ἀγώνων τὰ κατορθώματα.
Ἐκ δεινῶν παντοίων τὴν σὴν μονήν, ἄτρωτον συντήρει Θεοδόσιε ἱερέ, καὶ τοὺς σοὺς ἱκέτας, ἐκ τῆς τοῦ παλαμναίου, μανίας ἵνα πάντες σὲ μεγαλύνουσι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν. εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς κοινῆς τῶν ἀζύγων βιοτῆς ὤφθης πρώταρχος, ἡγεμών τε Πάτερ Ὁσίων καλλονὴ Θεοδόσιε, ἐκ ῥίζης γὰρ τιμίας ἐκφυείς, ἀνέθηλας καρποὺς τῶν ἀρετῶν, τοὺς προξένους σωτηρίας. Διὸ σοὶ γηθοσύνως ἀνακράζομεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ὁδηγόν σε πρὸς ζωήν, ἄληκτον δείξαντα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν: Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πρῶτε κοινοβίων ἱερέ, πρότυπον σεπτὸν μονοτρόπων, θεοειδὲς ἀσκητά, ῥῦσαι τοὺς ἱκέτας σου ἐξ ἐνεστώσης φθορᾶς δυσμενοῦς τοῦ ἀλάστορος μανίας καὶ βλάβης, ἵνα μεγαλύνωμέν σε εἰς αἰῶνα φαιδρῶς, πάτερ Θεοδόσιε θεῖε, σκέπη κραταιά τε καὶ τεῖχος τῶν προσπελαζόντων τῷ τεμένει σου.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σοῦ καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου