Τρίτη, 19 Αυγούστου 2014

Απολυτίκιο Αγ. Ιωάννου του Ρώσου - 27 ΜΑΙΟΥ

ποίημα Δανιὴλ Μοναχοῦ


Ὁ Ἱερεύς:
Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων
.
Ὁ Ἀναγνώστης:
Ἀμήν.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄.
Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄.
Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄.
Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τῷ Ἰωάννῃ, οἱ πιστοὶ νῦν προσδράμωμεν, οἱ ἐν δεινοῖς καὶ συμφοραῖς, καὶ προσπέσωμεν, ἐν εὐσεβείᾳ κράζοντες, ἐκ βάθους ψυχῆς· Ὅσιε, βοήθησον, ἐφ' ἡμῖν σοῖς ἱκέταις,
πρόφθασον καὶ λύτρωσαι τῆς παρούσης ἀνάγκης, μὴ παραβλέψῃς δέησιν οἰκτρὰν τῶν προσφευγόντων τῇ σκέπῃ σου, Ἅγιε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἀπολυτικὸν. Ἦχος δ'. Ταχὺ προκατάλαβε
Ἐκ γῆς ὁ καλέσας σε, πρὸς οὐρανίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ σκῆνός σου Ὅσιε. Σὺ γὰρ ἐν τῇ Ἀσίᾳ, ὡς αἰχμάλωτος ἤχθης, ἔνθα καὶ ᾠκειώθης, τῷ Χριστῷ Ἰωάννη. Αὐτὸν οὖν ἱκέτευε σωθῆναι τάς ψυχὰς ἡμῶν.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ἀμήν.

Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου• ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν•ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. α. Ὑγρᾶν διοδεύσας.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Δειναῖς πιεζόμενος, συμφοραῖς, πρὸς σὲ ἐπιρρίπτω, καὶ τὸ σῶμα καὶ τὴν ψυχήν, δεόμενος σοῦ, ὅσιε Πάτερ, ἐκ λυπηρῶν καὶ δεινῶν με λυτρώσασθαι.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Σαρκός με τοῦ κλύδωνος προσβολή, μάκαρ Ἰωάννη, ἐκταράττει διηνεκῶς, εἰρήνευσον πάτερ τῇ γαλήνῃ, ταῖς τοῦ Θεοῦ συμπαθέσι πρεσβείαις σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Δαιμόνων τὰ στίφη τὰ πονηρά, καταπολεμοῦσι, τὸν σὸν δοῦλον ἀνηλεῶς, κατάλυσον τούτους τῇ δυνάμει, τῇ του Σταυροῦ φιλανθρώποις πρεσβείαις σου.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Παρθένε, ἡ πύλη ἡ του Θεοῦ, ἄνοιξόν μοι πύλην, εὐσπλαχνίας καὶ ἐκ πυλῶν, τῆς θανατηφόρου ἁμαρτίας, τῇ μητρικῇ παρρησίᾳ σου ῥῦσαί με.

ᾨδὴ γ'. Οὐρανίας ἁψῖδος
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Πονηρίας ἀνθρώπων ὀδυνηρῶν πάντοτε, ἀπειλὰς πνεόντων δυσφήμως, σύ με διάσωσον, τὴν αὐτῶν θηριώδη μανίαν διασκεδάσας, εὐσεβῶν τὸ στήριγμα, πάτερ πενένδοξε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Εὐτρεπίσας πανσόφως τὸ τῆς ψυχῆς οἴκημα, καὶ διαφερόντως κοσμήσας, θεομακάριστε, χάριν τοῦ Πνεύματος εἰσδεδεγμένος ὡράθης, καὶ φωτὸς πληρέστατος, ὡς στῦλος πύρινος.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Καθαρᾶς παρθενίας ἀποπεσών, Πάναγνε, ὅλως ἐμολύνθην τῷ πάθει, τῆς ἀσωτίας μου, ἡ τετοκυῖα Κριτήν, ἁμαρτανόντων ἀνθρώπων, πάσης κατακρίσεως, Παρθένε, σῶσόν με.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοφόρε, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς Σὲ καταφεύγοντας, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.
Ἐπίβλέψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Πρεσβεία θερμή
Προστάτης θερμὸς καὶ πύργος ἀπροσμάχητος, ἐδείχθης, σοφέ, τοῖς πίστει ἐκβοῶσί σοι, καὶ σεπτῶς κραυγάζουσι, Θεοφόρε Ἰωάννη, πρόφθασον καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἀεὶ τῇ Τριάδι παριστάμενος.

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ἰαμάτων χαρίσματα, τῷ σεπτῷ τεμένει σου οἱ προσφεύγοντες, ἀρυόμεθα εὐφρόσυνα, καὶ δοξάζομέν σε θαυματόβρυτε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Καππαδόκων συστήματα, καὶ τῶν Προκοπέων πλήθη τὰ εὐλαβῆ, ἀντιλήπτορα γινώσκουσι, καὶ προστάτην πάντες εὐφημοῦσί σε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Διαβὰς ἀνδρικότατα, νέφος τῆς σαρκός σου διὰ τῆς πράξεως, εἴσω γέγονας ἀοίδιμε, τοῦ φωτὸς τοῦ θείου, ὡς ἐπόθησας.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Οἶκος γέγονας, ἄχραντε, τοῦ Θεοῦ τῶν ὅλων ὡς Ἀειπάρθενος, οἶκον ὅθεν με ἀνάδειξον, ἀρετῶν ἐνθέων, θείᾳ χάριτι.

ᾨδή ε'. Φώτισον ἡμᾶς
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Φρούρησον ἡμᾶς ταῖς πρεσβείαις σου, μακάριε, καὶ τῷ βραχίονί σου τῷ κραταιῷ, πικροὺς δαίμονας κατάβαλε, ὑπερθαύμαστε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Δώρησαι ἡμῖν, τὴν ὑγείαν δεομένοις σου, καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀεί, καὶ τὴν μυρίπνοον ῥῶσιν, πάτερ πανόλβιε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Ἴασαι λαὸν προσδραμόντα σοι, θαυμάσιε καὶ λοιμικῆς νόσου καὶ πυρετῶν, καὶ ἀλγηδόνων παντοίων ὅλως διάσωσον.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Χαίρει ἐπὶ σοί, Θεοτόκε, κτίσις ἅπασα, τῶν Ἀγγέλων τὰ συστήματα, καὶ τῶν ἀνθρώπων γλῶσσαι πᾶσαι δοξάζουσι.

ᾨδὴ στ'. Τὴν δέησιν, ἐκχέω
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Θαυμάτων σε θησαυρὸν ἐπίσταμαι, καὶ πηγὴν τῶν ἀγαθῶν, Ἰωάννη, ἀρρωστιῶν, ἰατρεύοντα πάθη, καὶ ἐνεργείας δαιμόνων ἐλαύνοντα, καὶ δέομαι σωθῆναι νῦν, ἐκ φθορᾶς με κακῶν, χαριτώνυμε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Προστάτιν σε τῶν πτωχῶν κηρύττομεν, καὶ φρουρὸν Καππαδοκίας ἁπάσης, τῶν πειρασμῶν διαλύοντα ὄχλον, καὶ δυσσεβῶν ἐπηρείας διώκοντα, καὶ πάντας νῦν τοὺς εὐσεβεῖς, τῶν δεινῶν λυτρωθῆναι δεόμεθα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Λιμένα σε ἐν κινδύνοις ἔχομεν, καὶ ἐν θλίψεσι προστάτην, παμμάκαρ, καὶ παντελῆ συμφορῶν σωτηρίαν, καὶ ποταμὸν δωρεῶν ἀνεξάντλητον, καὶ βρύσιν εὐεργεσιῶν, καὶ πηγὴν ἰαμάτων ἀέναον.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Ἀγκάλαις σου καὶ μαστοῖς, ὦ Δέσποινα, τῷ Υἱῷ σου μεσιτεύουσι δεῖξον, σοῖς τέκνοις τὰ ἐκείνου Παρθένε, σταυρὸν καὶ λόγχην καὶ σπόγγον καὶ κάλαμον, οὕτως δ' ἱλέωσον αὐτόν, ἐφ' ἡμῖν τοῖς πολλὰ ἁμαρτήσασι.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου, Θεοφόρε, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς Σὲ καταφεύγοντας, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν
τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σε.

Προκείμενον
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Λουκᾶν (στ΄ 17-23)
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος· οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πταισμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ' αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ἔλεγεν· "Μακάριοι οἱ πτωχοὶ ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ 
οὐρανῷ."

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Ταῖς του σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Προσόμοιον
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ ἀποστερήσῃς με, τῆς σῆς θερμῆς προστασίας, Ἰωάννη ὅσιε ἀλλὰ θραῦσον δέομαι τῇ ἰσχύΐ σου, θράση τὰ ἀνίσχυρα, καὶ τὰ τοξεύματα, τῶν δαιμόνων τὰ ἀνέλπιστα, νόσων ἀπάλλαξον, καὶ πειρατηρίων καὶ θλίψεων, καὶ πάντας ἐλευθέρωσον, τῶν σατανικῶν ἐπιθέσεων, ἵνα σὲ γεραίρω, καὶ πόθῳ ἀνυμνῶ καὶ προσκυνῶ, καὶ μεγαλύνω σου, Ἅγιε, ἔργα τὰ θεάρεστα.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σου• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργῶν• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου ....... (τῆς ἡμέρας), καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

ᾨδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Τὴν ψυχὴν θυμηδίας, καὶ χαρᾶς ἁπάσης ἀνάδειξον ἔμπλεω, θέοφρον Ἰωάννη, τῶν σὲ θερμῶς ὑμνούντων, καὶ βοᾷν ἀεὶ δίδαξον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Λαμπρυνθεὶς τῷ σῷ πάθει, σκοτισθέντα με ἁμαρτήμασι λάμπρυνον, τὸν πόθῳ προσιόντα, τῷ σῷ σεπτῷ λειψάνῳ, καὶ κραυγάζειν ἀξίωσον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Πειρασμῶν καὶ κινδύνων, καὶ ἀνάγκης καὶ θλίψεως ἐλευθέρωσον, καὶ βλάβης τῶν δαιμόνων, τοὺς σῇ σεπτῇ θαρροῦντας, καὶ ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Τῶν ἀνθρώπων ὁ πλάστης, ἐν γαστρί σου σκηνώσας, Θεοχαρίτωτε, ἁπάντων προστασίαν, τῶν ζάλαις κλονουμένων, καὶ βοώντων ἀξίωσον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η'. Τὸν Βασιλέα
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Τοῖς ποντουμένοις βιοτικαῖς τρικυμίαις, χεῖρα δίδου, παμμάκαρ, ὑμνοῦσι, καὶ ὑπερυψοῦσι Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Τῶν σῶν λειψάνων τῶν εὐαγῶν ἁπτομένους, εὐωδίας πλήρωσον θείας, Κύριον ὑμνοῦντες πιστῶς εἰς τοὺς αἰῶνας.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Τοὺς δεομένους ἐκτενῶς, Θεοφόρε, καὶ τὴν χάριν αἰτοῦντας προσδέχου, καὶ δοξολογούντας Θεὸν εἰς τοὺς αἰῶνας.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Τῶν μολυσμάτων μου τὴν καρδίαν, Παρθένε, μετανοίας καθάρισον νίπτροις, ἵνα σὲ δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'. Κυρίως Θεοτόκον
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ἀστέρα, Ἰωάννη, σὲ σημειοφόρον, ὁμολογοῦμεν ἡμῖν φῶς αὐγάζοντα, οἱ εὐσεβεῖς ὀρθοδόξως Χριστῷ λατρεύοντες.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν
Ἐν σάλῳ, Θεοφόρε, τοῖς κυματουμένοις, πολλῶν κακῶν σοῖς ἱκέταις βοήθησον, διασκεδάζων τὰ βέλη τοῦ πολεμήτορος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Τὴν δέησίν μου δέξαι, τοῦ ταπεινωθέντος καὶ χαλεπῶν, Θεοφόρε, κακώσεων, καὶ ἁμαρτίας με λύτρωσαι.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Ἐλπίδα σωτηρίας, τῶν ἐκπεπτωκότων, αἱ γενεαί, Θεοτόκε, γινώσκουσαι, διὰ παντὸς ὁμοφρόνως σὲ μακαρίζουσι.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Τοὺς συναθροισθέντας τῷ σῷ ναῷ, ἀοράτων πάντας, ὁρατῶν τε ἐπιβουλῆς, ἡμᾶς τυραννούντων, δεόμεθα ῥυσθῆναι, ὑπὸ τὴν σὴν αἰγίδα, θερμῶς προσφεύγοντας.
Τὰ πεπυρωμένα βέλη ἐχθροῦ, βροτοκτόνου, πάτερ, ἀπομάκρυνον ἀφ΄ἡμῶν, ταῖς πρὸς τὴν Τριάδα, θερμαῖς σου ἱκεσίαις, ὅπως ῥυσθέντες τούτων, σὲ μεγαλύνωμεν.
Τὸν ἀστέρα πάντες τὸν φαεινόν, τὸν ἐκ Προκοπίου, ἀπαστράψαντα νοητῶς, ὁσίων τὸ κλέος, καὶ Καππαδόκων δόξαν, τὸν θεῖον Ἰωάννην, ὕμνοις τιμήσωμεν.
Αἴτησαι εἰρήνην παρὰ Θεοῦ, πνευμάτων γαλήνην, μέχρι τέλους ὑπομονήν, ψυχῶν σωτηρίαν, ἡμῖν τοῖς σοῖς ἱκέταις, τοῖς εὐφημοῦσι πόθῳ, τὰ σὰ θαυμάσια.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμάς.

Τό Τρισάγιον 
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ἀπολυτίκιον
Ἦχος δ'. Ταχὺ προκατάλαβε
Ἐκ γῆς ὁ καλέσας σε, πρὸς οὐρανίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ σκῆνός σου Ὅσιε. Σὺ γὰρ ἐν τῇ Ἀσίᾳ, ὡς αἰχμάλωτος ἤχθης, ἔνθα καὶ ᾠκειώθης, τῷ Χριστῷ Ἰωάννη. Αὐτὸν οὖν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ Ἱερεύς μνημονεύει.
Ἀπόλυσις καὶ ψάλλομεν τὰ ἑξῆς
Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου
Δεῦτε προσκυνήσωμεν, πιστοί, καὶ μετ' εὐλαβείας καὶ πόθου κατασπαζόμενοι, λείψανον περίσεπτον καὶ πανυπέρτιμον, Ἰωάννου θεόφρονος, ἁγνίσωμεν χείλη, ὄμματα καὶ μέτωπα, καὶ ἱκετεύσωμεν, ὅπως καὶ ἡμᾶς ἀξιώσῃ, τέλους σωτηρίου καὶ θείου, ταῖς αὐτοῦ πρὸς Κύριον δεήσεσιν.
Ἄνω τῶν Ἀγγέλων τοῖς χοροῖς, καὶ τῶν ἀθλοφόρων τοῖς δήμοις, ἡ σὴ ἁγία ψυχή, τέρπεται μακάριε, καὶ συναγάλλεται, καὶ ὁσίων τοῖς πλήθεσι, χοροῖς προφητῶν τε, καὶ ἱεραρχῶν ὁμοῦ τοῖς θείοις τάγμασι, κάτω δὲ τὸ πάνσεπτον σῶμα, ὕμνοις καὶ ᾠδαῖς ἐπαξίως, ὑφ' ἡμῶν τιμώμενον δοξάζεται.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου