Δευτέρα 6 Μαΐου 2019

+Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ Μεγάλου.


Image result for ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΘΕΟΛΟΓΟΣImage result for ΑΓΙΟΣ ΑΡΣΕΝΙΟΣ Ο ΜΕΓΑΛΟΣ

ΟΡΘΡΟΣ

Μετά τό· «Εὐλογητὸς ὁ Θεός…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

Μετὰ τὸν Ἑξάψαλμον,…

Συναπτὴ μεγάλη κα  κφνησις

Ὅτι πρέπει σοι πᾶσα δόξα… 

ὁ α’ χορὸς

χος β’

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στχ, α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὐτοῡ..

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Στχ, β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ β’ χορὸς

Στχ, γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…

ὁ α’ χορὸς

Ἀπολυτίκιον  ἦχος β΄

πόστολε Χριστῷ τῷ Θεῷ ἠγαπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον, δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος, ὃν ἱκέτευε, Θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος

ὁ β’ χορὸς

Δόξα Πατρί… Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Τῶν τερπνῶν ἀπανέστης ἐμφρόνως Ὅσιε, χρηματισθεῖς οὐρανόθεν ὡς Ἀβραὰμ ὁ κλεινός, καὶ Ἀγγέλων μιμητής, ὤφθης τῷ βίῳ σου, λόγω ἐμπρέπων πρακτικῶ, καὶ σοφία ἀληθεῖ, Ἀρσένιε θεοφόρε. Καὶ νῦν ἀπαύστως δυσώπει, ἐλεηθήναι τᾶς ψυχᾶς ἠμῶν.

ὁ α’ χορὸς

Καὶ νῦν… πολυτκιον  Ἦχος βαρὺς

σφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι’ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σν τ κρτος…

ΚΑΘΙΣΜΑΤΑ

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορὸς

Κθισμα  Ἦχος α’Σταυρώσιμον

Σταυρωθέντος σου Χριστέ, ἀνῃρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ· οὔτε γὰρ Ἄγγελος οὐκ ἄνθρωπος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσας ἡμᾶς δόξα σοι.

ὁ β’ χορὸς

Δόξα Πατρί…Καὶ νῦν…

Οἱ τὴν σὴν προστασιαν κεκτημένοι Ἄχραντε καὶ ταῖς σαῖς ἱκεσίαις τῶν δεινῶν ἐκλυτρούμενοι τῷ Σταυρῷ τοῦ Υἱοῦ σου ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σε πάντες εὐσεβῶς μεγαλύνομεν.

                                                                 

Μετὰ τὴν β´ Στιχολογίαν.

ὁ α’ χορὸς

Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον

ναπεσὼν ἐν τῷ στήθει τοῦ Ἰησοῦ, παῤῥησίας τυγχάνων ὡς μαθητής, ἠρώτησας, Τὶς ἐστιν, ὁ προδότης σου Κύριε; καὶ ὡς ἠγαπημένῳ, ὑπάρχοντι ἔνδοξε, διὰ τοῦ ἄρτου οὗτος, σαφῶς ὑπεδείχθη σοι, ὅθεν καὶ ὡς μύστης, γεγονὼς τῶν ἀῤῥήτων, τοῦ Λόγου τὴν σάρκωσιν, ἐκδιδάσκεις τὰ πέρατα, Θεολόγε Ἀπόστολε, Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ β’ χορὸς

Δόξα Πατρί…  Καὶ νῦν… Ἦχος α’ Τὸν τάφον σου Σωτὴρ

ψάμενος χειρί, τῆς πλευρᾶς τῆς ἀστέκτου, ὁ Δίδυμος Θωμᾶς, οὐκ ἐφλέχθη τῇ ψαύσει, ἀλλ’ ἔμεινε τοὺς μώλωπας ψηλαφῶν ἀκριβέστερον, καὶ φθεγγόμενος τῷ δι’ ἡμᾶς λογχευθέντι· Σύ μου Κύριος, σὺ καὶ Θεός μου ὑπάρχεις, κἄν πάθος ὑπήνεγκα

Μετὰ τὸν Πολυέλεον

ὁ α’ χορὸς

Ἦχος δ’. Ταχὺ προκατάλαβε

Τὴν μνήμην τιμήσωμεν, τοῦ Ἀποστόλου πιστοί, ἐπέστη γὰρ σήμερον, πᾶσι τοῖς πέρασι, φωτίζουσα ἅπαντας, Οὗτος γὰρ τοῦ Κυρίου, ἀληθὴς θεολόγος, καὶ ἐν Εὐαγγελίῳ, ἀναδέδεικται φίλος, διὸ καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα.

ὁ β’ χορὸς

Δόξα Πατρὶ…  Καὶ νῦν … Ἦχος α’ Τὸν τάφον σου Σωτὴρ

δών μου τὴν πλευράν, μὴ ἀπίστει μοι πλέον, ὁ Λόγος τῷ Θωμᾷ, ἀπιστοῦντι ἐβόα· δακτύλῳ με ψηλάφησον, καὶ χειρὶ ἐξερεύνησον, καὶ γνωρίσας μου, τὰς ὠτειλάς τῶν τραυμάτων, κόσμῳ κήρυττε, τὴν ζωηφόρον μου ταύτην, ἐκ τάφου Ἀνάστασι

Καὶ εὐθὺς τ α’ ντφωνον το δ’ χου.

ὁ α’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ α’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δξα Πατρί…

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Κα νν…

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκεμενον  χος δ’

ὁ α’ χορός

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

ὁ β’χορὸς

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

ὁ α’ χορός

Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ…

ὁ β’χορὸς

καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου

ὁ α΄ χορὸς

Ἦχος β’.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ΕΩΘΙΝΟΝ ΙΑ’ Ἰωαν. (21,15-25)

Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, καὶ λέγει τῷ Σίμωνι Πέτρῳ, Σίμων Ἰωνᾶ, ἀγαπᾶς με πλέον τούτων; λέγει αὐτῷ, Ναὶ Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Βόσκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον, Σίμων Ἰωνᾶ ἀγαπᾶς με; Λέγει αὐτῷ, Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ, Ποίμαινε τὰ πρόβατά μου. λέγει αὐτῷ τὸ τρίτον, Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος, ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με; καὶ εἶπεν αὐτῷ, Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς, Βόσκε τὰ πρόβατά μου. ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτόν, καὶ περιεπάτεις ὅπου ἤθελες, ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπών, λέγει αὐτῷ, Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε, Κύριε, τὶς ἐστιν ὁ παραδιδοὺς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Κύριε, οὗτος δὲ τὶ; λέγει αὐτῷ ὁ Ἰησοῦς. Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τὶ πρὸς σὲ; σὺ μοι ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφούς. Ὃτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει, καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει’ ἀλλ’ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τὶ πρὸς σὲ; Οὗτὸς ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων , καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς ἐστὶν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. μήν.

Δόξα σοι, Κύριε, δόξα σοι.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης:

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ εὐθὺς ὁ Ν Ψαλμὸς χύμα

ὁ α χορὸς

Δόξα πατρὶ… Ἦχος β’

Ταῖς τοῦ Ἀποστόλου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

 Ἦχος ὁ αὐτὸς

Τὴν τῶν Ἀποστόλων ἀκρότητα, τῆς θεολογίας τὴν σάλπιγγα, τὸν πνευματικὸν στρατηγόν, τὸν τὴν οἰκουμένην Θεῷ καθυποτάξαντα, δεῦτε οἱ πιστοὶ μακαρίσωμεν, Ἰωάννην τὸν ἀοίδιμον, ἐκ γῆς μεθιστάμενον, καὶ γῆς οὐκ ἀφιστάμενον, ἀλλὰ ζῶντα καὶ μένοντα, τὴν φοβερὰν τοῦ Δεσπότου δευτέραν ἔλευσιν, εἰς ἣν ἀκατακρίτως ὑπαντῆσαι ἡμᾶς, αἴτησαι φίλε μυστικέ, Χριστοῦ ἐπιστήθιε, τοὺς ἐκ πόθου τελοῦντας τὴν μνήμην σου.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…Ἐλέει καὶ οἰκτιρμοῖς…

ΚΑΝΟΝΕΣ

ΚΑΝΟΝΕΣ

Ποίημα Ἰωάννου Μοναχοῦ

ᾠδὴ α’

ὁ α’ χορός

Ἦχος α’  Ὁ Εἱρμὸς

σωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχως ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

ὁ β’ χορὸς

Σήμερον ἔαρ ψυχῶν, ὅτι Χριστὸς ἐκ τάφου, ὥσπερ ἥλιος ἐκλάμψας τριήμερος, τὸν ζοφερὸν χειμῶνα ἀπήλασε τῆς ἁμαρτίας ἡμῶν, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.

ὁ α’ χορὸς

βασιλὶς τῶν ὡρῶν, τῇ λαμπροφόρῳ ἡμέρᾳ, ἡμερῶν τε βασιλίδι φανότατα, δορυφοροῦσα τέρπει, τὸν ἔγκριτον τῆς Ἐκκλησίας λαόν, ἀπαύστως ἀνυμνοῦσα, τὸν ἀναστάντα Χριστόν.

ὁ β’ χορὸς

Πύλαι θανάτου Χριστέ, οὐδὲ τοῦ τάφου σφραγῖδες, οὐδὲ κλεῖθρα τῶν θυρῶν σοι ἀντέστησαν, ἀλλ’ ἐξαναστὰς ἐπέστης, τοῖς φίλοις σου εἰρήνην Δέσποτα δωρούμενος, τὴν πάντα νοῦν ὑπερέχουσαν.

ΤΟΥ ΑΓΙΟΥ

Ἦχος πλ. δ’   Ἁρματηλάτην Φαραὼ

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ς καθαρὸς ἠγαπημένος γέγονας, τῷ ἀκροτάτῳ φωτί, καὶ τοῖς αὐτοῦ στέρνοις, ἐπαναπαυσάμενος, πεπαῤῥησιασμένῃ ψυχῇ, ἐξ ἀβύσσου σοφίας, τὸ φῶς τῆς γνώσεως εἵλκυσας, μάκαρ Ἰωάννη, Ἀπόστολε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ς καθαρὸς ἠγαπημένος γέγονας,…

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

περφυῶς θεολογῶν ἐβρόντησας, ἠγαπημένε Χριστῷ ΄ ἦν ἐν ἀρχῇ Λόγος, ζῶν καὶ ἐνυπόστατος, πρὸς τὸν αὐτοῦ γεννήτορα, καὶ Θεὸς ἦν ὁ Λόγος, καὶ σάρξ ὁ Λόγος ἐγένετο, καὶ Θεὸς διέμεινεν ἄτρεπτος.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

πὸ τὴν σκέπην σου ἀεὶ προσφεύγοντες, ἀποτρεπόμεθα, τῶν πειρασμῶν πᾶσαν, καταιγίδα ἄχραντε, διὸ καὶ νῦν αἰτούμεθα, πεπτωκότας εἰς βάθος, πλημμελημάτων ἀνάγαγε, θείαις σου Ἁγνὴ παρακλήσεσι.

ᾨδὴ α’, τοῦ Ὁσίου

Ἦχος πλ. δ’

Ἁρματηλάτην Φαραὼ

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τῷ τοῦ Δεσπότου πειθαρχῶν Ἀρσένιε, θείῳ προστάγματι, βασιλικοῦ πλούτου, δόξαν καταλέλοιπας, ὥσπερ ὁ νομοθέτης Μωσῆς, καὶ φυγὼν τοὺς ἀνθρώπους, Ἀγγέλοις γέγονας σύσκηνος, ἅμα σὺν αὐτοῖς εὐφραινόμενος.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τῷ τοῦ Δεσπότου πειθαρχῶν……

ὁ α’ χορὸς

Δξα Πατρί…

Σὺ τοὺς θορύβους ἐκφυγὼν Ἀρσένιε, ὡς ἁμαρτίας πηγάς, τῇ σιωπῇ γλῶσσαν, ἐχαλιναγώγησας· ὅθεν ἐν ἀταράχῳ τὸν νοῦν, ἡσυχίᾳ τηρήσας, τοῦ θείου Πνεύματος γέγονας, ἀξιοπρεπὲς ἐνδιαίτημα.

            ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία· διὸ σε πάντες γεραίρομεν, τήν μετὰ Θεὸν προστασίαν ἡμῶν.

ᾠδὴ γ’ 

ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου, οὐκ ἔστι γὰρ ἅγιος, πλήν σου φιλάνθρωπε.

ὁ β’ χορὸς

Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας.

ὁ α’ χορὸς

ν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε.

ὁ β’ χορὸς

Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως.

ΤΟΥ ΑΓΙΟΥ

Ὁ στερεώσας κατ’ ἀρχὰς

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ξ ἁλιέων ἁλιεύς, ἀνθρώπων καὶ θεολόγος, ἐχρημάτισας σοφὲ Ἰωάννη, ἀφειδήσας πατρικῆς, καὶ τῆς τοῦ κόσμου σχέσεως, καὶ τῷ Δεσπότῃ Λόγῳ, ἔρωτι θείῳ ἑπόμενος.

ὁ β’ χορὸς  

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ξ ἁλιέων ἁλιεύς…

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Κεκαθαρμένος τῆς ψυχῆς, τὸ ὄμμα ὢ Θεολόγε, ἐθεάσω τὴν ἀπόῤῥητον δόξαν, ἐκ Πατρὸς μονογενοῦς, τοῦ Λόγου καὶ Υἱοῦ τοῦ Θεοῦ, δι’ οὗ σαφῶς τὰ πάντα, θείῳ γεγένηται Πνεύματι.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

πὶ τὴν σὴν προσπεφευγὼς, Θεοκυῆτορ Παρθένε, προστασίαν, ἀπαλλάττομαι πάσης, ἐπηρείας τοῦ ἐχθροῦ, καὶ σώζομαι πρεσβείαις σου, ἀλλὰ καὶ τῆς μελλούσης, ἁγνὴ ῥυσθείην κολάσεως.

ᾨδὴ γ’, τοῦ Ὁσίου

Ἦχος πλ. δ’ Ὁ στερεώσας κατ’ ἀρχὰς

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Πάτερ Ἀρσένιε τῆς σῆς, χριστομιμήτου πτωχείας, τὸ τραχὺ καὶ εὐτελέστατον ῥάκος, τὸ περίδοξον τῆς πρίν, ἐσθῆτος κατεκάλυπτε, τὴν τῆς ἀφράστου δόξης, στολήν σοι περιποιούμενον.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Πάτερ Ἀρσένιε τῆς σῆς….

ὁ α’ χορὸς

Δξα Πατρὶ…

Τὰς προσβολὰς τῶν δυσμενῶν, καὶ ἀκαθάρτων πνευμάτων, ἐκ Θεοῦ συντετριμμένῃ καρδίᾳ, δεδεγμένος ἀρωγήν, Ἀρσένιε κατέρραξας, τροπαιοφόρος Πάτερ, τῇ ταπεινώσει γενόμενος.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε· διὸ πιστοὶ σε πάντες, ὕμνοις ἁγνὴ μακαρίζομεν.

Συναπτ μικρ μεθ’ ν κφνησις

τι σ ε Θες μν… 

Κοντάκιον  Ἦχος πλ. δ’

Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός΄ συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι΄ Κύριος ὑπάρχεις καὶ Θεός μου.

ὁ α’ χορὸς  

 Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον

Τῆς σοφίας τῷ στήθει ἀναπεσὼν καὶ τὴν γνῶσιν τῶν ὄντων καταμαθὼν, ἐνθέως ἐβρόντησας΄ Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καλλιγραφήσας πρῶτος, τὴν ἄναρχον γέννησιν, καὶ δογματίσας πᾶσι, τοῦ Λόγου τὴν σάρκωσιν, ὅθεν καὶ τῇ γλώττῃ, σαγηνεύσας τὰ ἔθνη, τὴν χάριν τοῦ Πνεύματος, ἐκδιδάσκεις τοῖς πέρασι, Θεολόγε Ἀπόστολε, Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ὁ β’ χορὸς

Δόξα Πατρί… Τοῦ Ὁσίου, ὅμοιον

Τοὺς θορύβους τοῦ βίου ἀποφυγών, καὶ ἡσύχως τὸν βίον διατελῶν, τὰ πάθη ἐνέκρωσας, καὶ τὸν νοῦν ἀνεπτέρωσας, πρὸς τὸν Θεὸν καὶ στῦλος, πυρὸς ἐχρημάτισας, καὶ φωστὴρ ἁπάντων, πιστῶν τῶν τιμώντων σε, ὄμβροις δὲ δακρύων, πιαινόμενος ὤφθης, ὡς δένδρον κατάκαρπον, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν, θεοφόρε, Ἀρσένιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.

ὁ α’ χορὸς  

                                        Καὶ νῦν… Ἦχος α’ Τὸν τάφον σου Σωτὴρ

πέστης ἡ ζωή, τῶν θυρῶν κεκλεισμένων, Χριστὲ τοῖς Μαθηταῖς, καὶ πλευρὰν ὑπεδείκνυς, καὶ χεῖράς σου καὶ πόδας σου, τὴν ἐκ τάφου σου Ἔγερσιν, προπιστούμενος· ἀλλ’ ὁ Θωμᾶς οὐχ εὑρέθη· ὅθεν ἔλεγεν· Ἢν μὴ θεάσωμαι τοῦτον, οὐ πείθομαι τοῖς λόγοις ὑμῶ

ᾠδὴ δ’ 

Ὁ Εἱρμὸς

Μέγα τὸ μυστήριον, τῆς σῆς Χριστὲ οἰκονομίας! τοῦτο γὰρ ἄνωθεν προβλέπων, θεοπτικῶς ὁ Ἀββακούμ, Ἐξῆλθες ἐβόα σοι, εἰς σωτηρίαν λαοῦ σου φιλάνθρωπε.

Χολῆς μὲν ἐγεύσατο, τὴν πάλαι γεῦσιν ἰώμενος, νυνὶ δὲ σὺν κηρίῳ μέλιτος, τοῦ φωτισμοῦ μεταδιδοὺς Χριστὸς τῷ Προπάτορι, καὶ τῆς αὐτοῦ γλυκείας μεθέξεως.

 

Χαίρεις ἐρευνώμενος, διὸ φιλάνθρωπε πρὸς τοῦτο, προτρέπεις τὸν Θωμᾶν, προτείνων τῷ διαπιστοῦντι τὴν πλευράν, κόσμῳ πιστούμενος, τὴν σὴν Χριστὲ τριήμερον Ἔγερσιν.

 

Πλοῦτον ἀρυσάμενος, ἐκ θησαυροῦ τοῦ ἀσυλήτου, τῆς θείας Εὐεργέτα, λόγχῃ διανοιγείσης σου πλευρᾶς, σοφίας καὶ γνώσεως, ἀναπιμπλᾷ τὸν κόσμον ὁ Δίδυμος.

 

Σοῦ ἡ παμμακάριστος, ὑμνεῖται γλῶσσα ὢ Δίδυμε, πρώτη γὰρ εὐσεβῶς κηρύττει τὸν ζωοδότην Ἰησοῦν, Θεόν τε καὶ Κύριον, ἐκ τῆς ἁφῆς πλησθεῖσα τῆς χάριτος.

ᾨδὴ δ’, τοῦ Ἀποστόλου

Ἦχος πλ. δ’ Σύ μου ἰσχύς, Κύριε

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σὲ τῆς βροντῆς, γόνον ὁ Κύριος ἔφησε, σὲ βροντῆσαι πνεύματι ἠξίωσε, τῆς ἑαυτοῦ, θείας ἐκ Πατρός, καὶ ἀκαταλήπτου, γεννήσεως τὸ ἀπόρρητον· διό σου Θεολόγε, τὴν πανέορτον μνήμην, ἐν ᾠδαῖς ἐπαξίως δοξάζομεν.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σὺ ἀρετῶν, ἤρθης πρὸς ὕψος, Ἀπόστολε, σὺ κατεῖδες, δόξῃ ἀπαστράπτοντα, μονογενῆ Λόγον ἐν σαρκί, τὸν ἐν τοῖς πατρῴοις, ἀνάρχως κόλποις καθήμενον, φωνῆς τε ἐπακοῦσαι, πατρικῆς ἠξιώθης, μαρτυρούσης αὐτῷ τὴν υἱότητα.

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

πὶ τὴν σήν, νῦν καταφεύγων ἀντίληψιν, ὁ ἀχρεῖος, δοῦλός σου Πανάμωμε, μὴ αἰσχυνθῶ· σὲ γὰρ πρὸς Θεόν, ἔχω προστασίαν, καὶ τεῖχος ἀκαταμαχητον, ἐν σοὶ καὶ τῆς μελλούσης, ἀπολαύσω γαλήνης, καὶ τῆς θείας ζωῆς ἐπιτεύξομαι.

ᾨδὴ δ’, τοῦ Ὁσίου

Ἦχος πλ. δ’ Σύ μου ἰσχύς, Κύριε

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Σὺ βιαστής, φύσεως ὤφθης Ἀρσένιε, σὺ τὰ πάθη, πάτερ, καθυπέταξας, τῷ νοερῷ ἡγεμονικῷ, καθάπερ οἰκέτῃ, τῷ ὕπνω ἐγκελευόμενος· διὸ καὶ ἐν παννύχοις, ἀγρυπνίαις ἐβόας· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.

Δόξα Πατρί…

Σὺ τὸν Θεόν, Ὅσιε πόθῳ ἐζήτησας, σὺ φανέντα, πλεῖον ἐπεπόθησας, καὶ τῇ καθάρσει θεοειδής, ὅλος χρηματίσας, τῷ ποθουμένῳ ὡμίλησας, καὶ ἔγνως τῇ ἑνώσει, τὸν ὑπέρτερον πάσης, καταλήψεως Πάτερ, Ἀρσένιε.

Καὶ νῦν… . Θεοτοκίον

Σὺ τῶν πιστῶν, καύχημα πέλεις ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν, σὲ γινώσκοντας.

ᾨδὴ ε’, τοῦ Ἀποστόλου

Ἦχος πλ. δ’Ἴνα τὶ με ἀπώσω

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

ν τῷ σκότει τοῦ κόσμου, λάμψαν θεασάμενος, τὸ φῶς τὸ ἄχραντον, καί κραθείς τῷ πόθῳ, καὶ φωστὴρ εὐσεβείας γενόμενος, τὰ πολυσπόρων, γένη ἐθνῶν θεολογίας, Ἰωάννη φωτὶ κατελάμπρυνας.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

πιγνοὺς ὡς ὁ νόμος, διὰ Μωϋσέως, ὁ σκιώδης δέδοται, ἡ δὲ θεία χάρις, ἐν Χριστῷ τῷ Θεῷ ἡμῶν γέγονε, θεολόγῳ γλώττῃ, γόνε βροντῆς ἠγαπημένε, εὐηγγελίσω αὐτοῦ τὴν Θεότητα.

            Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Σύ μου σκέπη καὶ κράτος, Πάναγνε καὶ στήριγμα, καὶ τεῖχος ἄρρηκτον, καὶ σὲ προσκαλοῦμαι. Ἐν νυκτὶ καὶ ἡμέρᾳ με φρούρησον, ἐκ παντοίας βλάβης, ἐπερχομένης τοῦ Βελίαρ, ἵνα πίστει καὶ πόθῳ δοξάζω σε.

                                                              ᾨδὴ ε’, τοῦ Ὁσίου

Ἦχος πλ. δ’Ἴνα τὶ με ἀπώσω

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸν μεσίτην τῆς πρώτης, Πάτερ παραβάσεως τοῦ πρωτοπλάστου Ἀδάμ, εὐσεβῶς ἀπώσω, τοῦ ἐχθροῦ εὖ εἰδώς, τὰ σοφίσματα· διὸ ἐν ἀχράντῳ, χοροβατῶν τρυφῆς λειμῶνι, τὸν Δεσπότην Χριστὸν καθικέτευε.

Δόξα Πατρί…

Σεαυτὸν ἀπηρνήσω, πᾶσαν ἡδυπάθειαν ἀπαρνησαμενος, καὶ ἐπὶ τῶν ὤμων, τὸν Σταυρόν σου βαστάσας Ἀρσένιε, καὶ Χριστὸν ποθήσας, ἐν οὐρανοῖς συγκληρονόμος, ἐπαξίως αὐτοῦ ἐχρημάτισας.

Καὶ νῦν… . Θεοτοκίον

Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

ᾨδὴ ς’, τοῦ Ἀποστόλου

Ἦχος πλ. δ’Ἄβυσσος ἁμαρτιῶν

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

νθρακα θείου πυρός, προκατεῖδε τυπικῶς Ἡσαΐας, ᾧ καθαρθεὶς τὰ χείλη, προφητείας ἠξίωται· σαρκωθέντος δὲ Θεοῦ, Λόγου μακάριε Ἰωάννη, σὺ ἀνεδείχθης ἐπιστήθιος.

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Λόγος ὁ μονογενής, ὁ ἐν κόλποις τοῦ Πατρὸς ἱδρυμένος, σωματωθεὶς ὡράθη, Ἰωάννη μακάριε, καὶ ὡς μύστῃ προσφιλεῖ, σοὶ ἐξηγήσατο, ἀσωμάτως, Θεὸν οὐδένα ἰδεῖν πώποτε.

            Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Φώτισον μου τὴν ψυχήν, ἡ τεκοῦσα τὸ ἀπαύγασμα δόξης, τῆς τοῦ Πατρὸς Παρθένε, Θεοτόκε πανύμνητε· τὴν σὴν γὰρ οἱ ἀληθεῖς, χάριν κατέχοντες, θιασῶται, τάς γλωσσαλγίας ἀπεκρούσαντο.

ᾨδὴ ς’, τοῦ Ὁσίου

                                                  Ἦχος πλ. δ’Ἄβυσσος ἁμαρτιῶν

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

Φρόνημα τὸ τῆς σαρκός, εὐσεβῶς δι’ ἀπαθείας νεκρώσας, οὐχ ᾑρετίσω κλῆρον τὸν ἐπίγειον Ὅσιε, τῆς Χριστοῦ ἐπιποθῶν, Πάτερ Ἀρσένιε, ἐν ὑψίστοις, κληροδοσίας τὴν ἀπόλαυσιν.

Δόξα Πατρί…

λιος ἐπιφανείς, τὴν ὁλόνυκτόν σου ἔλυσε στάσιν, τοῦ νοητοῦ Ἡλίου, τὴν ἀσύγκριτον ἔλλαμψιν, μετὰ τοὺς ἐν τῇ νυκτί, βίου καμάτους σου, προμηνύων, περιαυγάσειν σοι Ἀρσένιε.

Καὶ νῦν… . Θεοτοκίον

χουσα τὸ συμπαθές, ἡ τεκοῦσα τὸν φιλάγαθον Λόγον, σῶσον ἡμᾶς βιαίας, καὶ δεινῆς περιστάσεως· σὲ γὰρ μόνην οἱ πιστοί, πάναγνε Δέσποινα, προστασίαν, ἀκαταμάχητον κεκτήμεθα.

                                             Συναπτ μικρ μεθ’ ν κφνησις

Σ γρ ε βασιλες…

 Κοντάκιον αὐτόμελον

Ἦχος β’

Τὰ μεγαλεῖα σου Παρθένε τὶς διηγήσεται; βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὡς θεολόγος καὶ φίλος Χριστοῦ.

Ὁ Οἶκος

ψη οὐράνια ἐκμανθάνειν, καὶ θαλάσσης τὰ βάθη ἐρευνᾶν, τολμηρὸν ὑπάρχει καὶ ἀκατάληπτον, ὥσπερ δὲ ἄστρα ἐξαριθμῆσαι, καὶ παράλιον ψάμμον οὐκ ἔστιν ὅλως οὕτως οὐδὲ τὰ τοῦ θεολόγου εἰπεῖν ἱκανόν, τοσούτοις αὐτὸν στεφάνοις ὁ Χριστός, ὃν ἠγάπησεν, ἔστεψεν, οὗ ἐν τῷ στήθει ἀνέπεσε, καὶ ἐν τῷ μυστικῷ δείπνῳ συνειστιάθη, ὡς θεολόγος καὶ φίλος Χριστοῦ.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Η’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ, ἐπιστηθίου, φίλου, ἠγαπημένου καὶ παρθένου, Ἰωάννου τοῦ θεολόγου, ἤτοι, ἡ σύναξις τῆς Ἁγίας κόνεως, τῆς ἐκπεμπομένης ἐκ τοῦ τάφου αὐτοῦ, ἤγουν τοῦ μάννα.

Στίχοι

  •  Οὐ βρῶσιν, ἀλλὰ ῥῶσιν ἀνθρώποις νέμει

  •  Τὸ τοῦ τάφου σου μάννα, μύστα Κυρίου.

  •  Ὀγδοάτῃ τελέουσι ῥοδισμὸν βροντογόνοιο.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ Μεγάλου.

Στίχοι

  •  Λαθεῖν βιώσας Ἀρσένιος ἠγάπα,

  •  Ὃς οὐδὲ πάντως ἐκβιώσας λανθάνει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. μήν.

ΚΑΤΑΒΑΣΙΑΙ

ὁ α’ χορὸς

Ἦχος α’

ναστάσεως ἡμέρα λαμπρυνθῶμεν λαοί, Πάσχα Κυρίου, Πάσχα, ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

ὁ β’ χορὸς

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ’ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ,…

ὁ α’ χορὸς

ν ᾧ στερεούμεθα.

ὁ β’ χορὸς

πὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ’ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα, σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

ὁ α’ χορὸς

ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

ὁ β’ χορὸς

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

ὁ α’ χορὸς

Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ὁ β’ χορὸς

Ανομεν, ελογομεν, καί προσκυνομεν τν Κριον.

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστν ες τος αἰῶνας. 

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…

ΤΙΜΙΩΤΕΡΑ

Ἦχος α΄

ὁ α’ χορός

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ὁ β’ χορός

Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. τι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Τὴν Τιμιωτέραν…

ὁ α’ χορός

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.

Τὴν Τιμιωτέραν…

ὁ β’ χορός

Στίχ. ντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Τὴν Τιμιωτέραν…

ᾠδὴ θ’

Ὁ Εἱρμὸς

Ἦχος α’

ὁ α’ χορὸς

Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα Θεοῦ, τὴν ἀρίζηλον δόξαν καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων ἐν ὕμνοις μεγαλύνομεν.

ὁ β’ χορὸς

Σοῦ τὴν φαεινὴν ἡμέραν, καὶ ὑπέρλαμπρον Χριστὲ τὴν ὁλόφωτον χάριν, ἐν ᾗ  ὡραῖος κάλλει τοῖς Μαθηταῖς σου, ἐπέστης μεγαλύνομεν.

ὁ α’ χορὸς

Σὲ τὸν χοϊκῇ παλάμῃ, ψηλαφώμενον πλευράν, καὶ μὴ φλέξαντα ταύτην, πυρὶ τῷ τῆς ἀΰλου θείας οὐσίας, ἐν ὕμνοις μεγαλύνομεν.

ὁ β’ χορὸς

Σὲ τὸν ὡς Θεὸν ἐκ τάφου, ἀναστάντα Χριστόν, οὐ βλεφάροις ἰδόντες, ἀλλὰ καρδίας πόθῳ πεπιστευκότες, ἐν ὕμνοις μεγαλύνομεν.

ᾨδὴ θ’, τοῦ Ἀποστόλου

Ἦχος πλ. δ’  Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Σταυρῷ τῷ τοῦ Δεσπότου παρεστηκώς, τὴν Παρθένον τε καὶ Θεοτόκον ἁγνήν, τῶν Μαθητῶν, ὁ ἀγαπημένος τὸ καθαρόν, θεολογίας ὄργανον, οἷά περ παρθένος ἐγχειρισθείς, καὶ φύλαξ τῆς ἀμέμπτου, ὑπάρξας Θεοτόκου, νῦν ἐπαξίως μακαρίζεται.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Σταυρῷ τῷ τοῦ Δεσπότου παρεστηκώς,……

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

ξίως ἀγαπήσας ὁ καθαρός, τὸν σεμνὸν καὶ ἀκίβδηλον βίον σου, ἀγγελικῶς, πεπολιτευμένον ἐπὶ τῆς γῆς, σὲ ἀδελφὸν προσήκατο, μάκαρ Ἰωάννη τῆς ἑαυτοῦ υἱὸν σε καταγγείλας, Μητρὸς τῆς Θεοτόκου, μεθ’ ἧς σε πάντες μακαρίζομεν.

ὁ β’ χορὸς

Στίχ.Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς. Θεοτοκίον

Σωτήριος γενοῦ μοι πύργος Ἁγνή, τῶν δαιμόνων ἀπείργων τὰς φάλαγγας, καὶ πειρασμῶν, ὄχλον καὶ κινδύνων ἀποσοβῶν, καὶ τῶν παθῶν τὴν ἔφοδον, πόρρω ἀπελαύνων καὶ καθαράν, διδοὺς ἐλευθερίαν, καὶ θείων χαρισμάτων, τὴν ἀφθονίαν μοι παρέχουσα.

Κανών β’, ᾨδὴ θ’, τοῦ Ὁσίου

Ἦχος πλ. δ’  Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς

ὁ α’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Μωσῆς ἐθαυμαστώθη ἀξιωθείς, κατιδεῖν τῆς Παρθένου τὴν κύησιν, συμβολικῶς, βάτῳ τυπουμένην φλογοειδεῖ, σὺ δὲ τῷ θείῳ Πνεύματι, ὅλος δι’ ἐκστάσεως συγκραθείς, πυρίμορφος ὡράθης· διὸ καὶ ἐπαξίως, σὲ μακαρίζομεν Ἀρσένιε.

ὁ β’ χορὸς

Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν

Μωσῆς ἐθαυμαστώθη ἀξιωθείς,….

ὁ α’ χορὸς

Δξα Πατρὶ…

νέτειλε Χριστὸς σοι ἄδυτον φῶς, εὐφροσύνη δὲ σὲ ὑπεδέξατο, ἐν οὐρανοῖς· μνήμῃ γὰρ θανάτου διηνεκεῖ, τὸν σεαυτοῦ προσήγαγες, βίον ἀκηλίδωτον ἐμμελῶς· διὸ καὶ ἐπαξίως, ἀπείληφας τῶν πόνων, ἐπικαρπίας Παμμακάριστε.

ὁ β’ χορὸς

Καὶ νῦν…Θεοτοκίον

ράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

Καταβασα

ὁ α’χορὸς

῎Αγγελος ἐβόα τῇ Κεχαριτωμένῃ· ῾Αγνή, Παρθένε χαῖρε, καί πάλιν ἐρῶ χαῖρε, ὁ σός Υἱός ἀνέστη, τριήμερος ἐκ τάφου.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε, Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ν τ γρσει το τκου σου.

Συναπτ μικρ μεθ’ ν κφνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις…

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΑ

ὁ α’ χορὸς

Τοῖς μαθηταῖς συνέλθωμεν ἦχος β’

Θεολογῶν ἐβρόντησας΄ Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ πρὸς Θεὸν ὁ Λόγος ἦν, καὶ ὁ Θεὸς ἦν ὁ Λόγος, Ἀπόστολε Ἰωάννη, τοῦ Χριστοῦ γὰρ τῷ στήθει, ἐπιπεσὼν κἀκεῖθεν δέ, πλῆρες θεολογίας, ῥεῖθρον ζωῆς, μάκαρ ἀρυσάμενος Θεολόγε, τὴν κτίσιν ἄρδεις ἅπασαν, ἥτις σὲ καὶ γεραίρει.

ὁ β’ χορὸς

Ἐξαποστειλάριον τοῦ Ὁσίου

Ἦχος β’ Τοῖς Μαθηταῖς

Τῷ τοῦ Δεσπότου Ὅσιε, πειθαρχῶν θείῳ νόμῳ, πάντα τὸν κόσμον ἔλιπες, καὶ λαβὼν τὸν σταυρόν σου, Πάτερ Ἀρσένιε χαίρων, ἠκολούθησας τούτῳ, νηστείαις καὶ τοῖς δάκρυσι, θεοφόρε σχολάζων, καὶ προσευχῇ, στάσει τε παννύχῳ καὶ ἡσυχίᾳ, δι’ ἧς ἐκράθης πάνσοφε, τῇ Ἁγίᾳ Τριάδι.

ὁ α’ χορὸς

Ὁ οὐρανὸν τοῖς ἄστροις… ἦχος γ’

μῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ΄ σὺν Μαθηταῖς ὁμοφρόνει,…….

ὁ β’ χορὸς

……. καὶ ζῶντα κήρυττε Θεόν.                    

Εἰς τοὺς  Α ἴ ν ο υ ς  

ὁ α’ χορός

Ἦχος πλ. δ’

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὢ τοῦ παραδόξου θαύματος

Μάκαρ Ἰωάννη πάνσοφε, περιουσίᾳ θερμῆς, πρὸς Χριστὸν ἀγαπήσεως, πλέον πάντων πέφηνας, Μαθητῶν ἀγαπώμενος, τῷ παντεπόπτῃ Λόγῳ καὶ κρίνοντι, δικαίοις πᾶσαν τὴν οἰκουμένην ζυγοῖς, τῆς καθαρότητος, καὶ ἁγνείας κάλλεσι, καταυγασθείς, σῶμα καὶ διάνοιαν, θεομακάριστε.

ὁ β’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τὸ παρθενίας ἀπάνθισμα, τὸ τῶν σεπτῶν ἀρετῶν, δεκτικὸν ἐνδιαίτημα, τῆς σοφίας ὄργανον, τὸ τοῦ Πνεύματος τέμενος, τὸ φωτοφόρον, στόμα τῆς χάριτος, τῆς Ἐκκλησίας, τὸ φαεινότατον, ὄμμα τὸ πάνσεπτον, Ἰωάννην ᾄσμασι πνευματικοῖς, νῦν ἀνευφημήσωμεν, ὡς ὑπηρέτην Χριστοῦ

ὁ α’ χορός

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

 Θεολογίας τὰ νάματα, ἐπὶ τοῦ στήθους πεσών, τῆς σοφίας ἐξήντλησας, καὶ τὸν κόσμον ἤρδευσας, Ἰωάννη μακάριε, τῇ τῆς Τριάδος, γνώσει τὴν θάλασσαν, καταξηράνας τῆς ἀθεότητος, στῦλος γενόμενος, καὶ νεφέλη ἔμψυχος, καθοδηγῶν, πρὸς τὴν ἐπουράνιον, κληροδοσίαν ἡμᾶς.

Στιχηρόν τοῦ Ὁσίου

ὁ β’ χορός

Ἦχος πλ. δ’

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ΄ Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ὢ τοῦ παραδόξου θαύματος

Πάτερ θεόφρον Ἀρσένιε, τῆς κοσμικῆς σεαυτόν, ἀποστήσας συγχύσεως, πρὸς τὴν ὑπερκόσμιον, ἀνηνέχθης ἀκρότητα, αὐτὴν ποθήσας, τῶν ἀγαθῶν τὴν πηγήν, αὐτὸ τὸ ὄντως, ἐφετὸν ἔφθασας, οὗ ταῖς ἐλλάμψεσι, μάκαρ πυρσευόμενος, ἁμαρτιῶν, ζόφου ταῖς πρεσβείαις σου, ἡμᾶς ἐξάρπασον.

ὁ α’ χορός

Δόξα Πατρί…Ἦχος πλ. δ’

Εὐαγγελιστὰ Ἰωάννη, Ἰσάγγελε παρθένε, Θεολόγε θεοδίδακτε, ὀρθοδόξως τῷ κόσμῳ, τὴν ἄχραντον πλευράν, τὸ αἷμα καὶ τὸ ὕδωρ, βλύζουσαν ἐκήρυξας, ἐν ᾧ τὴν αἰώνιον ζωὴν ποριζόμεθα ταῖς ψυχαῖς ἡμῶν.

ὁ β’ χορός

Καὶ νῦν… Ἦχος πλ. δ’

ψαι Θωμᾶ τῆς πλευρᾶς τῇ χειρί, λέγει Χριστός, καὶ τοὺς τύπους τῶν ἥλων δεῦρο ψηλάφησον, πίστει ἐρεύνησον, καὶ γίνου μοι πιστός, καὶ μὴ γίνου ἄπιστος, ὁ δὲ Θωμᾶς, τῷ δακτύλῳ ὡς ἥψατο τοῦ Δεσπότου, μέγα ἀνεβόησε· Σύ μου Θεὸς καὶ Κύριος, εὔσπλαγχνε, δόξα σοι.

Δοξολογία Μεγάλη

εἰς ἦχον πλ.δ’  ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

  • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνῃ, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

  • μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

  • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

ὁ β’ χορός

  • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

  • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

  • τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

  • Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

  • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

  • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

  • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

  • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

  • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

  • τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

  • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

              Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

Ἅγιος ὁ Θεός,
ὁ β’ χορός

Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς

ὁ β’ χορός

τὸ Ἀπολυτίκιον  Ἦχος β’

πόστολε Χριστῷ τῷ Θεῷ ἠγαπηπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον, δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος, ὃν ἱκέτευε, Θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Ες τν Λειτουργαν

Μετά τό· «Εὐλογημένη ἡ βασιλεία…» ψάλλεται τό· «Χριστός ἀνέστη…», τρίς, ἅπαξ ἀπό τοῦ ῾Ιεροῦ Βήματος καί ἀνά μίαν ὑπό τῶν Χορῶν.

ντφωνον α’

 χος β’

Στχ. λαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.

Στχ. Ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν ἐν αἰνέσει αὐτοῦ.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στχ. Εἴπατε τῷ Θεῷ, Ὡς φοβερὰ τὰ ἔργα σου. Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Στχ. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν δὴ τῷ ὀνόματι σου Ὕψιστε.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

Δξα Πατρὶ… Κα νν…

Ταῖς πρεσβείαις τῆς Θεοτόκου…

ντφωνον β’

χος ατς

Στχ. Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι. Ἀλληλούϊα.

Στχ. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου, ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

Στχ.ξομολογησάσθωσάν σοι λαοί, ὁ Θεός, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

Στχ. Εὐλογήσαι ἡμᾶς ὁ Θεός, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ…

Δξα Πατρὶ… Κα νν…

Μονογενὴς Υἱὸς καὶ Λόγος του Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὤν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

ντφωνον γ’

χος πλ. α’

Στχ. ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Στχ. ς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός.

Χριστὸς ἀνέστη…

Στχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

Χριστὸς ἀνέστη…

Στχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.

Χριστὸς ἀνέστη…

Εσοδικν

  ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

ν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ, σῷσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν,…

 …ψάλλοντάς σοι΄ Ἀλληλούϊα.

Ετα

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

πολυτκιον  Ἦχος βαρὺς

σφραγισμένου τοῦ μνήματος ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθὲς δι’ αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

 

 

                                                                       πολυτκιον  ἦχος β΄

πόστολε Χριστῷ τῷ Θεῷ ἠγαπηπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον, δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος, ὃν ἱκέτευε, Θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Τῶν τερπνῶν ἀπανέστης ἐμφρόνως Ὅσιε, χρηματισθεῖς οὐρανόθεν ὡς Ἀβραὰμ ὁ κλεινός, καὶ Ἀγγέλων μιμητής, ὤφθης τῷ βίῳ σου, λόγω ἐμπρέπων πρακτικῶ, καὶ σοφία ἀληθεῖ, Ἀρσένιε θεοφόρε. Καὶ νῦν ἀπαύστως δυσώπει, ἐλεηθήναι τᾶς ψυχᾶς ἠμῶν.

Τοῦ Ναοῦ

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Κοντκιον  Ἦχος πλ. δ’

Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός΄ συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι΄ Κύριος ὑπάρχεις καὶ Θεός μου.

Τρισάγιον

᾽Απόστολος

τοῦ Εὐαγγελιστοῦ (Καθολικ. Α´ ᾽Ιωάνν. α´ 1-7).
Προκείμενον. Ἦχος πλ. δ΄

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Καθολικῆς A΄ Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα

ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ Λόγου τῆς ζωῆς·  (καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν)·  ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ’ ἡμῶν· καὶ ἡ κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ Πατρὸς καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ. καὶ ταῦτα γράφομεν ἡμῖν, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη. Καὶ αὕτη ἔστιν ἡ ἐπαγγελία ἣν ἀκηκόαμεν ἀπ’ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ Θεὸς φῶς ἐστι καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν·  ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ’ ἀλλήλων, καὶ τὸ αἷμα Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς π πσης μαρτας.

λληλούϊα (γ’)

Εὐαγγέλιον

(᾽Ιω. ιθ´ 25-27, κα´ 24-25)

Τῷ καιρῷ ἐκείνῳ, εἱστήκεισαν παρὰ τῷ Σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ͵ Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα͵ λέγει τῇ μητρί΄ Γύναι͵ ἴδε ὁ υἱός σου. Εἶτα λέγει τῷ μαθητῇ΄ Ἴδε ἡ μήτηρ σου΄ καὶ ἀπ΄ ἐκείνης τῆς ὥρας ἔλαβεν αὐτὴν ὁ μαθητὴς εἰς τὰ ἴδια. Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται͵ ἵνα τελειωθῇ ἡ γραφή͵ λέγει΄ Διψῶ. Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. μν.

Δόξα Σοι, Κύριε, δόξα Σοι.

Εἰς τό᾽Εξαιρέτως

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σ μεγαλνομεν.

Κοινωνικόν

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ. λληλούϊα.

ντ το «Εἴδομεν τὸ φῶς…» λγεται τ, Χριστς νστη.

Πληρωθήτω τό στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσωμεν τήν δόξαν Σου, ὅτι ᾐξίωσας ἡμᾶς μετασχεῑν τῶν ᾁγίων μυστηρίων Σου. στήριξον ἡμᾶς ἐν τῶ σῶ ᾁγιασμῶ ὅλην τήν ἡμέραν μελετᾶν τήν δικαιοσύνην Σου. Ἀλληλουΐα, Ἀλληλουΐα, Ἀλληλουΐα.

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)

πόλυσις  

«…ὁ ἀναστάς ἐκ νεκρῶν…»

https://agioskosmasoaitolos.wordpress.com

8 ΜΑΪ19 ΕΟΡΤΗ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου