Τρίτη, 12 Ιουλίου 2016

ΑΓΙΑ ΜΑΡΙΑ ΜΑΓΔΑΛΗΝΗ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ, ΧΑΙΡΕΤΙΣΜΟΙ












ΙΟΥΛΙΟΣ ΚΒ΄!!
ΜΑΡΙΑ ΜΑΓΔΑΛΗΝΗ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν Μυροφόρων σε πρώτην πάντες γινώσκομεν, Μαγδαληνὴ καὶ πρώτην, θεωρὸν τοῦ Σωτῆρος, ἐγέρσεως Μαρία καὶ μαθηταῖς, πρώτην εὐαγγελίσασαν, τὸν Ἰησοῦν ἀναστάντα καὶ παρ’ Αὐτοῦ, χαῖρε πρώτην ὑπακούσασαν.
Τῶν οὐρανίων ὁ πόθος ὄντως σὲ ἔπεισε, τῶν ἐπὶ γῆς τὴν σχέσιν, ἀποῤῥίψαι προθύμως, Μαρία καὶ ὀφθῆναι τοῦ Ἰησοῦ, ὁπαδὸν καὶ μαθήτριαν, διακονοῦσάν τε τούτῳ ἐκ τῶν σαυτῆς, ὑπαρχόντων καθὼς γέγραπται.
Ταῖς ἱκεσίαις πάντας Μαρία λύτρωσαι, πιστοὺς ἐκ πάσης βλάβης, λοιμικῆς τε πανώλους, τοὺς πόθῳ ἐκτελοῦντάς σου τὴν σεπτήν, ἑορτὴν καὶ χαρμόσυνον· καὶ τὴν σορὸν τῶν λειψάνων σου εὐλαβῶς, προσκυνοῦντας ἰσαπόστολε.
Οὐ σθένει γλῶσσα βροτεία ἀνευφημῆσαί σου, τὴν ἀρετὴν Μαρία, καὶ τὸν ἔνθερμον ζῆλον, ὃς δέσμιόν σε πέμπει τῇ πρὸς Θεόν, ἀγαπήσει Ἀπόστολε, πόλει Ῥωμαίων θανάτῳ τοὺς σταυρωτάς, τοῦ Χριστοῦ προδοῦναι ἔνδοξε.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄.
Πρώτη κατιδοῦσα τὴν θείαν Ἀνάστασιν, Μαρία ἡ Μαγδαληνή, τοῦ πρώτου τῶν ἀγαθῶν αἰτίου, τοῦ τὴν ἡμετέραν εὐσπλάγχνως φύσιν θεώσαντος· πρώτη καὶ εὐαγγελίστρια ἐδείχθης, βοῶσα τοῖς Ἀποστόλοις· τὴν ἀθυμίαν ἀποθέμενοι, τὴν εὐθυμίαν ἀναλάβετε, καὶ δεῦτε κατοπτεύσατε Χριστὸν ἐξαναστάντα, καὶ κόσμῳ παρέχοντα τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε τὴν ἱεράν, τῆς Μυροφόρου μνήμην, μυρίσωμεν ἐν μύροις, τῆς μυρισάσης μύροις, τὸ σῶμα τοῦ Θεοῦ ἡμῶν.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς.
Οἷάπερ οὐρανόν, βλέπομεν τὸν ναόν σου, Μαρία ὥσπερ ἄστροις, τοῖς θαύμασι τοῖς θείοις, ὡραϊσμένον ἔνδοξε.
Στ.: Θαυμαστὸς ὁ       Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ· τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Μονὴν σὴν ὑψηλῷ, ἐνιδρυμένην ὄρει, Σίμωνος πάσης βλάβης, Μαγδαληνὴ λιταῖας σου, φύλαττε σὲ γεραίρουσαν.
Δόξα. Τριαδικόν.
Σέλας τὸ τριλαμπές, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Μαγδαληνῆς πρεσβείαις, τῆς πρώτης Μυροφόρου, ἐλέησον τοὺς δούλους Σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἔχουσα Μαριάμ, Μητρόθεε ὀπίσω, Σοῦ ἑπομένην πόθῳ, Μαγδαληνὴ τὸν τάφον, τοῦ Σοῦ Υἱοῦ κατέλαβες.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Μαρία ἡ σεμνή, τετρωμένη τῷ πόθῳ, Χριστοῦ τοῦ ἑαυτῆς, οὐρανίου Νυμφίου, τὰ μύρα ἐκόμισε, πρὸς τὸ μνῆμα τὸ ἅγιον· ἧς τὴν πάντιμον, χεῖρα πλουτοῦντες ἡμεῖς δέ, ἀσπαζόμεθα, ταύτην σὺν πόθῳ τὴν χάριν, αὐτῆς ἀρυόμενοι.
Δόξα. Ὅμοιον.
Χριστῷ τῷ δι᾽ ἡμᾶς, ἐκ Παρθένου τεχθέντι, Σεμνὴ Μαγδαληνή, ἠκολούθεις Μαρία, Αὐτοῦ τὰ δικαιώματα, καὶ τοὺς νόμους φυλάττουσα, ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἀνευφημοῦμέν σε πίστει, καὶ πόθῳ γεραίρομεν.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου