Κυριακή, 6 Ιουλίου 2014

Εις Μνήμη της Αγίας Ενδόξου Μεγαλομάρτυρος και Αθλοφόρου του Χριστού Κυριακής

 


ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν προοιμιακὸν,
τὸ Μακάριος ἀνήρ εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στιχ. στ’ καὶ ψάλλομεν προσόμοια.
Ἦχος Β’. Ὅτε ἐκ τοῦ ξύλου σε.
Μάρτυς, ἀθληφόρε τοῦ Χριστοῦ, ἔστης πρὸ βημάτων ἀνδρείως, Χριστὸν κηρύττουσα, σταύρωσιν ἑκούσιον καταδεξάμενον, καὶ δεσμοὶς ὁμιλήσασα, καὶ πάσαις αἰκίαις, χαίρουσα ἀνέδραμες πρὸς τὰ οὐράνια, δήμοις ἀπ' αἰῶνος Μαρτύρων, συναριθμηθεῖσα καὶ δόξης, διαιωνιζούσης ἀπολαύουσα. (δίς).

Λόγου, τοῦ φανέντος ἐπὶ γῆς, νύμφη ἐκλεκτὴ ἀνεδείχθης, Κυριακὴ ἀληθῶς, κάλλει διαλάμπουσα, ἐνθέων πράξεων, καὶ τῆς θείας ἀθλήσεως, φαιδραῖς ἀγλαϊαις, ὅθεν τὸν οὐράνιον θάλαμον ὤκησας, ἔνθα, ὡς Παρθένος καὶ Μάρτυς, πάντοτε χορεύουσα πάντων, τῶν μνημονευόντων σου μνημόνευε. (δίς.)

Ῥίζης, εὐκλεοῦς Κυριακή, κλάδος ὡραιότατος ὤφθης, καρπὸν σωτήριον, φέρων τῆς ἀθλήσεως, τὰ κατορθώματα, καὶ μαραίνων ἐν χάριτι, φυτὰ ἀσεβείας, ὅθεν τὴν πανίερον, μνήμην σου σέβομεν, πόθω καὶ λειψάνων τὴν θήκην, νὺν περιπτυσσόμεθα χάριν, ἐξ αὐτῆς ἰάσεων λαμβάνοντες.

Δόξα, ἦχος πλ. β’.

Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος, καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταὶς ἀρεταὶς τὸ ἀήττητον, καὶ πεποικιλμένη ἐλαίω τῆς ἁγνείας, καὶ τῶ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτόν, ἐν ἀγαλλιάσει τὴν λαμπάδα κατέχουσα, Εἰς ὀσμὴν μύρου σου ἕδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσης μὲ νυμφίε ἐπουράνιε, Αὐτῆς ταὶς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτὴρ τὰ ἐλέη σου.

Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Τὸ φῶς ἱλαρόν.
Τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα.

Τάδε λέγει Κύριος∙ Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ῾υμᾶς, ὁ ἅγιος τοῦ ᾿Ισραήλ.

Δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ ῾Υψίστῳ. διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπί σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ριφήσονται χάλαζαι. ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ τοῦ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ ῾Υψίστου.

Εἰς τὴν λιτήν, ἦχος α’.

Πλουσίοις χαρίσμασιν ὁ Χριστὸς σὲ ἠμείψατο Κυριακή πανεύφημε, ὅτι τὸ θράσος τῶν ἀνόμων, ἀνδρειοφρόνως κατέλυσας, καὶ θυσίαν λογικήν τὸ παρθενικόν σου σῶμα θεῷ προσενήνοχας ἀνδρικῶς γὰρ τὴν φύσιν ἐκβιασαμένη, τὴν ψυχήν σου τω Θεῷ παρέδωκας, Δαβιτικῶς ἀναβοῶσα, ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου νυμφίε ἐπουράνιε, ἐμοῦ δὲ ἀντελάβου καὶ ἐβεβαίωσάς με, ὡς οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ θεῖα σου θαυμάσια. Ὅθεν αἴτησαι σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος α’.

Ὡς ἐν πέτρᾳ στερρᾷ τῆς ὁμολογίας Χριστοῦ προσερεισθεῖσα Κυριακή πανεύφημε, τὸν παλαμναῖον ἐχθρὸν εἰς χάος ἐβύθισας καὶ στέφος δὲ τῆς νίκης ἐπάξιον ἀπείληφας

Μετὰ τῶν ἄνω ταγμάτων συνηριθμήθης ἔνδοξε, κόσμον λιποῦσα, καὶ τὸν Χριστὸν ποθήσασα,. Κυριακὴ πάνσεμνε, τελοῦσα ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος β’.

Ὡς ἀλάβαστρον μύρου τὸ αἷμά σου προσενήνοχας τῷ σῷ νυμφίῳ Χριστῷ, Κυριακὴ μάρτυς ἀθλοφόρε ἀήττητε∙ ἀντάμειψιν δὲ εἴληφας, στέφος ἄφθαρτον παρ' αὐτοῦ ἀξιάγαστε. Ὅθεν καὶ τὸν ἀρχέκακον ἐχθρὸν, ὡραίοις σου ποςὶ κατεπάτησας, τῇ ἐπικλήσει τοῦ σωτηρίου ὀνόματος τοῦ Σωτῆρος Χριστοῦ διὸ καὶ οὐρανίων θαλάμων ἠξιώθης, ὡς παρθένος καὶ μάρτυς Χριστοῦ πολύαθλε.

Ἦχος γ’.

Ἀθλητικὴν πανήγυριν πιστοί, θεοφρόνως τελουμένην θεώμενοι, τῷ θαυμαστῷ ἐν βουλαῖς Θεῷ ἡμῶν, εὐχαριστήριον ὕμνον μελῳδήσωμεν, τὸ γὰρ ἀόρατον κράτος τῆς ἐναντίας δυνάμεως, ἐν γυναικείᾳ φύσει κατηγωνίσατο, καὶ τὴν θείαν ἑαυτοῦ δύναμιν ἐν ἀσθενείᾳ τελειώσεως, τῆς καλλιμάρτυρος, ταῖς αὐτῆς πρεσβείαις σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ’.

Δοξάζομέν σου, Χριστὲ, τὴν πολλὴν εὐσπλαγχνίαν καὶ τὴν ἀγαθότητα, τὴν εἰς ἡμᾶς γενομένην∙ ὅτι καὶ γυναῖκες κατήργησαν τὴν πλάνην τῆς εἰδωλομανίας, δυνάμει τοῦ σταυροῦ σου φιλάνθρωπε∙ τύραννον οὐκ ἐπτοήθησαν τὸν δόλιον κατεπάτησαν∙ ἴσχυσαν δὲ ὀπίσω σου ἐλθεῖν, εἰς ὀσμὴν μύρου σου ἔδραμον, πρεσβεύουσαι ὑπὲρ τῶν ψυχῶν ἡμῶν

Δόξα, ἦχος β’.

Ὁ παλαιᾶς τῆς πλάνης ἀρχηγέτης πρὸ ποδῶν συντέτριπται, τῆς νύμφης Χριστοῦ Κυριακῆς∙ ζέσει γὰρ κρατυνομένη τῆς ὀρθοδόξου πίστεως, εἰδώλων σεβάσματα, ὡς ἀσεβῆ διήλεγξε, καὶ τὸν τύραννον ἐχθρὸν, ὡς στρουθίον ἐξεμυκτήρισεν∙ αὐτῆς ταῖς πρεσβείαις Χριστὲ, τὴν εἰρήνην δώρησαι τῷ κόσμω σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος

Καὶ νῦν.

Χαῖρε Μαρία Θεοτόκε, ὁ ναὸς ὁ ἀκατάλυτος, μᾶλλον δὲ ὁ Ἅγιος, καθώς βοᾷ ὁ Προφήτης• ἅγιος ὁ ναός σου, θαυμαστός ἐν δικαιοσύνῃ.

Εἰς τὸν στίχον ἀπόστιχα, ἦχος δ’•
Ἔδωκας σημείωσιν.

Ἄθλησιν ὑπέμεινας τῇ σῇ παλαίστρα κατάλληλον, Κυριακὴ πανεύφημε, παρθενίας ἔνδοξε, μαρτυρίου αἷμα συγκεκερασμένη∙ ὅθεν καὶ στέφανον διπλοῦν, ὁ εὐεργέτης σοι ἐχαρίσατο, πρὸς ὀν καὶ ἀνελήλυθας πεποικιλμένη λαμπρότητι, ὡς παρθένος πανάμωμος, καὶ ὡς μάρτυς ἀήττητος.

Στιχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Κάλλει τῷ τοῦ σώματος, ἡ ὡραιότης ἡ ἔνθεος, τῆς ψυχῆς σου συνέδραμεν∙ ὡς κρίνον γὰρ ἔλαμψας ἐν μοναῖς ἁγίων, ἐκλελευκασμένη, καὶ ταῖς τοῦ αἵματος ῥοαῖς, πεφοινιγμένη πάνσεμνε, διὸ σὲ καὶ οὐράνιος τερπνὸς ἐδέξατο θάλαμος, καὶ πα-στὰς ἀκατάλυτος, ὡς παρθένον καὶ μάρτυρα.

Στιχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τά διαβήματά μου.

Κύκλω παρενέλαβε, Κυριακή σε πανεύφημε, ὁ ῥυόμενος ἄγγελος, ἐκ βρέφους τὸν Κύριον, φοβουμένη ὤφθης, καὶ ἀνακειμένη, ὥσπερ ἀνάθημα τερπνὸν, τετηρημένον τῷ παντοκράτορι. Ἐντεῦθεν κατεπάτησας τοῦ Ἱλαριανοῦ τὴν παράνοιαν καὶ στεφθεῖσα ἀνέδραμες, πρὸς Χριστὸν τὸν νυμφίον σου.

Δόξα, ἦχος πλ. β’.

Ἀθλητικὴν ὁδεύσασα ὁδὸν, παρανομούντων ἐξέφυγες βουλὴν, Κυριακὴ πανσεβάσμιε∙ καὶ ὡς μὲν παρθένος φρονίμη, λαμπαδηφόρος εἰσῆλθες εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου∙ ὡς δὲ μάρτυς ἀνδρεία, χάριν ἔλαβες, ἀπελαύνειν πᾶσαν νόσον ἐξ ἀνθρώπων. Ἀλλὰ καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων ἐλευθέρωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

Καὶ νῦν.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.




Ἀπολυτίκιον, ἦχος δ’. Βασίλειον διάδημα.

Ὠς βρύσις πολύκρουνος παρθενομάρτυς Χριστοῦ, κατήρδευσας πάνσοφε τὴν ἐκκλησίαν αὐτοῦ, καὶ ἤθλησας ἄριστα, ἔσωσας τοὺς ἐν σκότει τῆς εἰδωλομανίας, αἴγλῃ τῶν σῶν θαυμάτων, Κυριακὴ ἀθλοφόρε• διὸ ἐν παῤῥησίᾳ Χριστοῦ πρέσβευε σωθήναι ἡμᾶς 

Καὶ νῦν.

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον Μυστήριον, διὰ σοῦ Θεοτόκε, τοὶς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ, ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν ὄρθρον. Μετὰ τὴν Α'. στιχ.
Κάθισμα ἦχος δ’.

Ταχύ προκατάλαβε.

Τὴν μνήμην τελοῦντές σου, Κυριακὴ ἔνδοξε, τὴν χάριν αἰτούμεθα καὶ τὴν ἀντίληψιν, τὴν σὴν οἱ τιμῶντές σε• ῥῦσαι οὖν ἀθλοφόρε ἐκ παντοίας ἀνάγκης, ἡμᾶς τοὺς ὑμνητάς σου, ταῖς σαῖς ἱκεσίαις, καὶ τῶν πλημμελημάτων δίδου τὴν ἄφεσιν.

Δόξα, τὸ αὐτό. Καὶ νῦν.

Ἡμόνη κυήσασα, τὸν ποιητὴν τοῦ παντὸς, ἡ μόνη κοσμήσασα τὴν ἀνθρωπότητα, τῷ τόκῳ σου Ἄχραντε, ῥῦσαί με τῶν παγίδων τοῦ δολίου βελιὰρ, στῆσόν με ἐπὶ πέτραν τῶν Χριστοῦ θελημάτων, αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, ὂν ἐσωμάτωσας.

Εἰς τὴν β', στιχ. Κάθισμα ἦχος γ'.
Τὴν ὡραιότητα.

Ζῆλον ἔνδοθεν, έν τῇ ψυχῇ σου, ἔχουσα ἔνδοξε, τοὺς ἀνομοῦντας, διακενῆς καρτερικῶς διήλεγξας• καὶ ὁμιλήσασα βασάνοις, διήνυσας τὸν σὸν ἀγῶνα γενναίῳ φρονήματι∙ παρθενομάρτυς Κυριακὴ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα, τὸ αὐτὸ, καὶ νῦν. Τὴν ὡραιότητα.

Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοὶ Θεοτόκε, Ποιόν σοὶ ἐγκώμιον, προσαγάγω ἐπάξιον; τὶ δὲ ὀνομάσω σε; ἀπορῶ, καὶ ἐξίσταμαι, διὸ ὡς προσετάγην βοῶ σοί, Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὸν πολυέλαιον. Ἦχος δ’.
Ταχύ προκατάλαβε.

Ἁγνείας στιλπνότητι, κρίνον ὡς εὔοσμον, κοιλάσιν ἐξήνθησας, Κυριακὴ τῶ Χριστῷ, μαρτύρων πανεύφημε, Λάμψεσιν ἐφωτίσθης, ἐπιγνώσεως θείας, πλάνης δυσωδεστάτης, ἀπελαύνουσα βλάβην, διὸ καὶ ἑορτάζομεν, Μάρτυς τὴν μνήμην σου.

Δόξα, τὸ αὐτό. Καὶ νῦν.

Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῶ σῶ Υἱῶ καὶ Θεῷ, Κυρία Πανάχραντε, λύσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σκέδασον τὰς ἐνέδρας, καὶ τὰ θράση Παρθένε, τῶν νὺν ἐφοπλιζομένων, κατὰ τῶν δούλων σου.

Οἱ ἀναβαθμοί. Τὸ α’ἀντίφωνον τοῦ δ' ἤχου.
Προκείμ.

Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. (Δις)
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.
Εὐαγγέλιον μαρτυρικόν∙ ὁ Ν. Δόξα, ταῖς ταῆς Ἀθλοφόρου.
Καὶ νῦν∙ ταῖς τῆς Θεοτόκου,
Ἰδιόμελον, ἦχος πλ. β'.

Ῥηγνυμένης σαρκὸς, οὐδόλως ἐφρόντισας Παρθενομάρτυς, Κυριακὴ πανένδοξε∙ ἀλλὰ τραυμάτων, μάστιξί τε καὶ ἄλλοις, προθύμως ἐκδέδωκας διὰ τὴν ἄνω λαμπρότητα. Ὅθεν Χριστὸς ὁ νυμφίος σου καὶ στεφανοθέτης, στεφάνῳ διπλῷ σὲ κατέστεψε, τῆς παρθενίας τε καὶ ἀθλήσεως∙ αὐτὸν οὖν ἱκέτευε, ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης προσβολῆς ἐναντίας, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου κτλ.
Ὁ κανών. ᾨδὴ α'. ἦχος δ'.
Θαλάσσης τὸ ἐρυθραῖον.

Ταῖς θείαις τῶν ἀσωμάτων τάξεσι, καὶ νῦν μετ’ αὐτῶν χορεύουσα, περὶ τὸν πάντων αἴτιον Χριστὸν, καὶ τρανῶς ἀπολαύουσα, θεαρχικῆς ἐλλάμψεως, τοὺς σὲ ὑμνοῦντας καταφαίδρυνον.

Τὸ θῆλυ, ἀρρενωθὲν τῇ χάριτι, τὴν ἐπηρμένην ὀφρὺν, καὶ καυχωμένην ἄμετρα τὸ πρὶν, θείᾳ δυνάμει καταβέβληκε.

Σταυρῷ σε ἀναρτηθέντα, Δέσποτα, κατανοήσασα ἡ εὐκλεής σου Κυριακὴ, αἰκισμῶν καρτερεῖ τὸ ἐπίπονον, δυναμουμένη σθένει σου, τοῦ τὴν ἡμῶν φύσιν νευρώσαντος.

Θεοτοκίον.

Ἀσπόρως τῷ τοῦ πατρὸς βουλήματι, ἐκ θείου πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱὸν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ ΙΙατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

ᾨδὴ γ'- Εὐφραίνεται ἐπὶ σοί.

Ἀνάψας σου τὴν ψυχὴν, ἔρως ὁ θεῖος, τῆς σαρκὸς ἔρωτα, καὶ χαλεπά βράσματα, τὰ τῶν αἰκισμῶν ἐναπέσβεσε.

Ἰσχύϊ παντουργικῇ, τὴν κεφαλὴν τοῦ δυσμενοῦς ἔθλασας, τῆς κεφαλῆς στέργουσα∙ Κυριακὴ καρτερῶς τὴν ἀφαίρεσιν.

Δόξα, τὸ αὐτό. Καὶ νῦν.

Αἱμάτων σου οἱ κρουνοὶ, τῆς ἀθεΐας τὴν πυρὰν ἔσβεσαν∙ τοὺς δὲ πιστοὺς ἤρδευσαν, τῆς θεοσεβείας τοῖς νάμασι.

Θεοτοκίον. Καὶ νῦν.

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, μήτηρ θεοῦ γέγονας, ὅθεν σοι τὸ χαῖρε προσάγομεν.

Κάθισμα• ἦχος πλ. α’. Τὸν συνάναρχον λόγον.

Τὰς βασάνους γενναίως ἡ ἀθλοφόρος σου, ὑπομείνασα πάσας τὰς τῶν τυράννων, Χριστὲ, κατεπάτησεν ἐχθρὸν τὸν πολυμήχανον, καὶ ἀνεδείχθη ἀληθῶς τροπαιοφόρος κατ’ αὐτοῦ καὶ στέφος εἴληφε δόξης, ἐκ σοῦ τοῦ ἀγωνοθέτου∙ καὶ νῦν πρεσβεύει εἰς τὸ σωθῆναι ἡμᾶς.

Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπης, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

ᾨδὴ δ’. Ἐπαρθέντα σε ἰδοῦσα.

Σὲ τὴν ἄσπιλον ἀμνάδα, καθάπερ λύκοι οἱ δυσμενεῖς σπαράττοντες, Κυριακὴ, ταῖς αἰκίαις, ἄμωμον ὅλην Θεῷ ἀπετέλεσαν θεῖον ἱερεῖον καὶ σφάγιον.

Τὸν πτερνίσαντα ἀπάτη τὴν πρώτην Εὔαν, μαρτυρικαῖς ἐνστάσεσι, τρέψασα κάθεῖλες, δείξασα ἀνίσχυρον, Χριστῷ ἀναμέλπουσα∙ δόξα τῇ δυνάμει σου Κύριε.

Ἡκαρδία σου τῷ ἔρωτι τοῦ νυμφίου πυρπολουμένη, ἄνθρακας καὶ πλάνην, γενναιόφρων, λύθρω ἐναπέσβεσεν αἱμάτων, καὶ θάλασσαν, τῆς πολυθεΐας ἐξήρανεν.

Θεοτοκίον.

Ἀπειρογάμως ἐκυησας ὧ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν, ὅθεν ἀσιγήτοις φωναίς, τὸ χαίρέ σοὶ Δέσποινα, πίστει ἀδιστάκτω κραυγάζομεν.

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.

Μῦρον ἐκκενωθὲν, τὸν Χριστὸν ἠγάπησας Κυριακὴ, ἡ γενναιόφρων∙ καὶ ἠκολούθησες τούτῳ ἐν ᾄσμασι δοξάζουσα.

Τῷ κάλλει τὴν ψυχὴν τετρωμένη παρέδραμεν, ὦ Δέσποτα, ἡ παρθένος, τὰ ὁρώμενα κάλλη, ἀθλήσει ὑπερλάμπουσα.

Ὅλην σεαυτὴν τῷ Θεῷ προσενήνοχας, ἐρύθημα παρθενίας, ταῖς βαφαῖς τῶν αἱμάτων τὸ πρότερον τελέσασα.

Θεοτοκίον.

Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

ᾨδὴ στ'. Θύσω σοι μετά φωνῆς.

Ἀνδρεῖον ἐν γυναικείῳ σώματι φρόνημα, ἀναλαβοῦσα πρὸς πάλην, ἐπεξῆλθες, Κυριακὴ, κατὰ τῶν τυραννούντων∙ καὶ ρομφαίᾳ ὑπομονῆς αὐτοὺς ἐθανάτωσας.

Εἰσέτι σταζομένη τῷ αἵματι, πάνσεμνε, τῷ σῷ νυμφίῳ παρέστης, καλλοναῖς παντοίαις ὡραϊσμένη, καὶ τῇ τούτου εἰς ἀεὶ ἐντρυφᾷς ὡραιότητι.

Δόξα, τὸ αὐτό.

Ἔρωτι τετρωμένη τῷ θείῳ ἐκραύγαζες∙Χριστὸν ἐπείγομαι φθάσαι τὸν ὡραῖον κάλλει∙ ὅθεν βασάνους ὑπομένω, ἀκλινεῖ γηθομένη φρονήματι.

Θεοτοκίον. Καὶ νῦν.

Ὧ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον, ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν.



Κοντάκιον, ἦχος β'. Τὰ ἄνω ζητῶν.

Ἡ Μάρτυς Χριστοῦ, ἡμᾶς συνεκαλέσατο, τοὺς ἄθλους αὐτῆς, τοὺς θείους καὶ παλαίσματα, ἐγκωμίοις ἆσαι νύν, φερωνύμως αὕτη γὰρ πέφηνεν, ὡς ἀνδρεία τῶ φρονήματι, κυρία νοός τε, καὶ παθῶν ἀπρεπῶν.

Ὁ Οἶκος.

Τῆς τῶν εἰδώλων πλάνης κρατούσης ἀνὰ πᾶσαν τὴν γήν, καὶ περιπολούσης, φιλόχριστοι, Μέδοντός τε δυσσεβοὺς καὶ ἀπανθρώπου ὄντος παρὰ πάντας ἀνθρώπους, προσεκυνεῖτο ἡ τῶν ἀθέων μιαρὰ καὶ δυσώνυμος αἵρεσις, τὴ τούτου γὰρ ἀθεωτάτη φωνὴ τὰ πλήθη ὑπήκουεν, ὡς τοὶς μὴ εἴκουσι τὴ αὐτοῦ ἀσεβεία θάνατον ἀπειλούσῃ σφοδρὸν τε καὶ δύσμορον, Ἀλλ' ἡ Μάρτυς Χριστοῦ, τὰς τῶν τυράννων ἀθέους προσταγάς τε καὶ ἀπειλὰς καταπτύσασα, καὶ Χριστὸν τὸν Θεὸν ἐν μέσῳ τοῦ σταδίου κηρυξασα, τόν ἐχθρὸν κατεπάτησεν, ὅθεν ὤφθη ἀληθῶς κυρία νοός τε, καὶ παθῶν ἀπρεπῶν.

Τῷ αὐτῷ μηνὶ Ζ'. Τῆς ἁγίας μεγαλομάρτυρος καὶ ἀθλοφόρου τοῦ Χριστοῦ Κυριακῆς.

Στιχ. Κυριακὴ θανοῦσα, τὴν τομὴν φθάνει προαιρέσει, πλὴν καὶ τελειοῦται ξίφει.

Κατὰ τοὺς χρόνους τοῦ Βασιλέως Διοκλητιανοῦ ἐν ἔτει σπβ' ἦτον ἀνδρόγυνόν τι Χριστιανικὸν Δωρόθεος καὶ Εὐσεβία ὀνομαζόμενον, οἵτινες ἐπειδή ἦσαν ἄτεκνοι παρεκάλουν τὸν Θεὸν νὰ τοῖς χαρίση τέκνον, ὑποσχόμενοι νὰ χαρίσουν πάλιν τὸ γεννηθὲν παιδίον εἰς αὐτόν. Ὅθεν ὑπήκουσεν ὁ Θεὸς τῆς δεήσεως αὐτῶν, καὶ ἐγέννησαν παιδίον θηλυκὸν ἐv ἡμέρᾳ Κυριακῇ• διὸ καὶ ὠνόμασαν αὐτην Κυριακὴν, τὴν ὁποίαν βαπτίσαντες, ἀνέθρεψαν ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου κατὰ τὸν ἀπόστολον καὶ ἐφύλαττον αὐτὴν ΙΙαρθένον, ἐπειδὴ ἔμελλον νὰ τὴν ἀφιερώσωσιν εἰς τὸν Θεόν. Ὅταν δὲ ὁ δυσεβής Διοκλητιανὸς ἐκίνησε διωγμὸν κατὰ τῶν Χριστιανῶν, τότε παρεδόθησαν οἱ γονεῖς τῆς ἁγίας μὲ αὐτὴν εἰς τὸν τύραννον ὁ ὁποῖος ἀνακρίνας, τοὺς μὲν γονεῖς τῆς ἁγίας ἔδειρε, καὶ ἔστειλεν αὐτοὺς εἰς τὸν Δούκαν Ἰοῦστον, τὸν εὑρισκόμενον κατὰ τὰ μέρη τῆς ἐν τῇ μικρᾷ Ἀρμενίᾳ Μελιτινῆς, ἥτις κοινῶς Μαλατιὰ ὀνομάζεται∙ τὴν δὲ Κυριακὴν ἀπέστειλεν εἰς τὸν Καίσαρα Μαξιμιανὸν τὸν εὑρισκόμενον εἰς τὴν Νικομήδειαν. Ὁ Μαξιμιανὸς λοιπὸν ἀνακρίνας τὴν μάρτυρα καὶ εὑρὼν αὐτὴν στερεὰν εἰς τὴν πίστιν τοῦ Χριστοῦ, τὴν ἔρριψε κατὰ γῆς καὶ τὴν ἔδειρεν ἐπὶ πολλὰς ὥρας. Ἐπειδὴ δὲ ἡ ἁγία προσηύχετο, διὰ τοῦτο ἐθυμώνετο ὁ τύραννος κατὰ τῶν στρατιωτῶν τῶν βασανιζόντων τὴν μάρτυρα. Τότε ἡ ἁγία λέγει πρὸς τὸν Μαξιμιανόν∙ μὴ πλανᾶσαι, ὦ Μαξιμιανὲ, ποτὲ δὲν θέλεις μὲ νικήσει, τοῦ Θεοῦ βοηθοῦντος μοι. Διὰ τοῦτο καὶ ὁ Μαξιμιανὸς ἀποκαμὼν, ἔπεμψε τὴν ἁγίαν εἰς τὸν ἄρχοντα τῆς Βιθυνίας, Ἱλαριανὸν ὀνόματι. Ὁ δὲ Ἱλαριανὸς ἀνακρίνας τὴν μάρτυρα, ἔμβασεν αὐτὴν μέσα εἰς τὸν ναὸν τῶν εἰδώλων. Ἐκεῖ δὲ προσευχηθείσης τῆς Ἁγίας, ἔγεινε μεγάλος σεισμὸς, ἀπὸ τὸν ὁποῖον ἐκρημνίσθησαν τὰ εἴδωλα καὶ ἔγιναν ὡσὰν κονιορτός. Ἐπηκολούθησε δὲ πρὸς τούτοις ἀνεμοστρόβιλός τις, ὅστις ἐσκόρπισεν εἰς τὸν ἀέρα τὸν κονιορτὸν τῶν εἰδώλων, ἀστραπὴ δὲ ἐπιπεσοῦσα, κατέκαυσε τὸ πρόσωπον τοῦ ἄρχοντος Ἱλαριανοῦ. Ὅθεν ἐκεῖνος κρημνισθεὶς ἀπὸ τὸν θρόνον του ἐξέψυξεν. Ἐλθὼν δὲ ἄλλος ἄρχων διάδοχος ἐκείνου, καὶ μαθὼν ταῦτα, κατεδίκασε νὰ καῇ ἡ Ἁγία εἰς τὸ πῦρ. Καὶ ἤναψαν οἱ ὑπηρέται πυρκαϊὰν μεγάλην, καὶ ἔσπρωξαν τὴν μάρτυρα μέσα εἰς αὐτήν. Ἡ δὲ ἁγία σηκώσασα τὰς χεῖρας εἰς τὸν οὐρανὸν, προσευχήθη τῷ Θεῷ ἐπὶ πολύ. Ὅθεν μολονότι ἦτο καιρὸς εὔδιος, κατέβη ὅμως σύννεφον ἀπὸ τὸν οὐρανὸν, καὶ ἔσβυσεν ὅλην τὴν φωτιὰν, χωρὶς νὰ βλαφθῇ ἡ μάρτυς τελείως ἀπ’ αὐτήν. Μετὰ ταῦτα ἀφῆκεν ὁ τύραννος διάφορα θηρία ἐναντίον τῆς ἁγίας, ἀλλ' ὅμως δὲν κατώρθωσε τίποτε, ἐπειδὴ καὶ τὰ θηρία ἐκυλίοντο ὡς ἀρνία ἥμερα εἰς τοὺς πόδας τῆς ἁγίας χωρὶς ποσῶς νὰ τὴν βλάψωσιν. Ὅθεv βλέποντες πολλοί Ἕλληνες τὸ παράδοξον αὐτὸ θαῦμα, ἐπίστευσαν εἰς τὸν Χριστόν∙ ἔπειτα ἐβλήθη ἡ μάρτυς εἰς τὴν φυλακήν καὶ τὴν ἐρχομένην ἡμέραν ἐκάθισεν ὁ ἄρχων εἰς τὸ βῆμα καὶ ἔδωκε κατὰ τῆς ἁγίας τὴν τοῦ θανάτου τελευταίαν ἀπόφασιν. Ὅθεν οἱ δήμιοι ἤγαγον αὐτὴν ἔξω τῆς πόλεως διὰ νὰ τὴν ἀποκεφαλίσουν. Ἡ δὲ ἁγία ἐζήτησε καιρὸν, ἵνα προσευχηθῇ. Καὶ προσευχηθεῖσα ἐπὶ πολλὰς ὥρας, ἐδίδαξε τοὺς ἀκολουθήσαντας αὐτὴν Χριστιανούς. Εἶτα πλαγιάσασα εἰς τὴν γῆν, παρέδωκε τὴν ψυχήν της εἰς χείρας Θεοῦ. Ἐλθόντες δὲ πρὸς αὐτὴν οἱ στρατιῶται οἱ μέλλοντες νὰ τὴν ἀποκεφαλίσωσι, καθὼς τὴν εἶιδον νεκράν ἐξέστησαν. Ἠκούσθη δὲ καὶ θεία φωνὴ εἰς αὐτοὺς λέγουσα∙ «πορεύεσθε ἀδελφοὶ, καὶ διηγεῖσθε εἰς ὅλους τὰ μεγαλεῖα τοῦ Θεοῦ. Οἰ δὲ στρατιῶται γυρίσαντες ἐδόξασαν τὸν Θεόν. Ἦς ταῖς πρεσβεία ἀξιωθείημεν καὶ ἡμεῖς τῆς οὐρανῶν βασιλείας Ἀμήν.

Τὴ αὐτῆ ἡμέρᾳ τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ἐν θαύμασι μεγίστου Θωμὰ τοῦ ἐν Μαλεῷ ὄρει τῆς Μάνης ἐν Πελοποννήσῳ.
«Διεὶς πτέρυγας, εἶπεν ἂν Μωσής, Πάτερ, ὡς ἀετὸς τὶς ἐξανέπτης πρὸς πόλον.
Ἑβδομάτη θωμὰν θάνατος μέλας ἔμφρονα εἶλεν.»
Ὁ Ἅγιος ἱερομάρτυς Εὐστάθιος πυρὶ τελειοῦται.
«Πρὸς εὐστάθιαν καρδίας Εὐσταθίου, καὶ πῦρ συρίζον ἠρεμοῦν ὤφθη ὕδωρ».
Ὁ Ἅγιος Πολύκαρπος ὁ νέος μαχαίρᾳ τελειοῦται.
«Οὓτως ὄναιο σῶν, σφαγεῦ, θελημάτων σφάττειν τάχει με τὸν Πολύκαρπον θέλων».
Ὁ Ἅγιος μάρτυς Εὐάγγελος ξίφει τελειοῦται.
«Εὐάγγελος τὸ θεῖον ἐκ ξίφους τέλος∙ Εὐαγγελισμὸν εἶχε τοῦ θείου στέφους».
Μνήμη τῶν ἁγίων μαρτύρων ΙΙερεγρίνου καὶ τῶν σὺν αὐτῷ Λουκιανοῦ, Πομπηΐου, Ἡσυχίου, Παππίου, Σατορνίνου, Γερμανοῦ καὶ Ὑπερεχείου καὶ ταῶν σὺν αὐτῷ λοιπῶν.
«Σὺν ἕξ κατῆλθεν εἰς βυθὸν Περεγρῖνος, ἀθλήσεως ἐκεῖθεν ἀγρεύσων στέφος».

Ταὶς τῶν σῶν ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Ἐν τῇ καμίνω.

Μετὰ παρθένων, λαμπαδηφόρος εἰς οὐράνια πέλεις τοῦ πυρός, λαμπάδας καρτερικῶς ἐν τῷ ψάλλειν ὑπομείνασα∙ εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου, Κύριε.

Σαυτῷ νυμφίῳ, καθάπερ προῖκα, προσήγαγες, δῆμον καὶ λαὸν πιστεύσαντα εἰς Χριστὸν, τὴν τῆς πλάνης ἀμαυρότητα, ταῖς φωτοβόλοις σου, θαυματουργίαις ἐναποκρούουσα.

Οὐ δειλιῶσα ἀνδρειοφρόνως μᾶλλον δὲ πάνσεμνε, Κυριακὴ, τῇ πυρᾷ προσέρχῃ, ἀναψυχὴν αἰσθομένη καὶ κράζουσα∙ εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου, Κύριε.

Θεοτοκίον.

Τὸ τοῦ ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα, Χαῖρε∙ διὰ σοῦ γὰρ δέδοται ἡ χαρὰ Θεοτόκε τοῖς κραυγάζουσιν∙ εὐλογημένη σὺ ἐν γυναιξὶν, ὑπάρχεις πανάμωμε Δέσποινα.

ᾨδὴ η’. Χεῖρας ἐκπετάσας.

Ὡραία ἐν κάλλεσι τῶν σῶν, στιγμάτων γέγονας, καὶ κατηγγύησας Παρθένος ἄφθορος μένουσα τῷ νυμφίῳ λόγῳ πάνσεμνε, τῷ ἐκ ΙΙαρθένου δι’ ἡμᾶς σεσαρκωμένῳ Θεῷ, ῷ βοῶμεν∙ ΙΙάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. (δίς.)

Οἱκεῖς μετ’ Ἀγγέλων ἐν φωτὶ, ΙΙαρθένων τάγμασι, δήμοις μαρτύρων τε, συνεορτάζουσα, πρόσωπον ἀτενίζουσα πρὸς πρόσωπον, καὶ θεωροῦσα καὶ λαμπρᾶς δόξης μετέχουσα, καὶ βοὼσα∙ πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον.

Σὺ μόνη ἐν πάσαις γενεαῖς, ΙΙαρθένε ἄχραντε, μήτηρ ἐδείχθης Θεοῦ∙ σὺ τῆς θεότητος γέγονας ἐνδιαίτημα, πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρὶ τοῦ ἀπροσίτου φωτός. Ὅθεν πάντες σὲ εὐλογοῦμεν, Μαρία Θεόνυμφε.

ᾨδὴ θ'. Λίθος ἀχειρότμητος.

Ὡς περεκαλλὴς καὶ ὡραία, καὶ περιδέςιος παρθένος, ὡς ἀκαταγώνιστος μάρτυς, καὶ τοῦ Δεσπότου νύμφη Πανάμωμος, χρυσοειδέσι πτέρυξι, πρὸς τὰ οὐράνια ἀνεπέτασας.

Σὲ τὴν νοητὴν χελιδόνα, καὶ ἀδίάφθορον τρυγόνα, καί περιστερὰν, κεχρυσωμένας τῷ ,μαρτυρίῳ ἔχουσαν πτέρυγας, καὶ πρὸς Θεὸν πετάσασαν, καὶ καταπαύσασαν, γεραίρομεν.

Ἔνδον τῆς ἀφθάρτου παστάδος, κατασκηνώσάσα, θεόφρων, ταῖς ἐκπεμπομέναις ἀστραπαῖς, τοῦ σοῦ νυμφίου φαιδρυνομένη ᾀεὶ, ὑπὲρ ἡμῶν ἱκέτευε τῶν εὐσεβῶς ἀνευφημούντων σε.

Θεοτοκίον.

Ἵνα σὲ δοξάζω Παρθένε, τὴν ἀληθῶς δεδοξασμένην, πάσης ἀδοξίας με ῥῦσαι καὶ ἁμαρτίας καὶ δόξης μέτοχον ἐπουρανίου ποίησον τὸν προσφυγόντα τῷ ἐλέει σου.

Ἐξαποστειλάρια. Τῶν μαθητῶν ὁρώντων σε.

Κυριακὴν τὴν μάρτυρα καὶ παρθένον, ᾠδαῖς ἐναρμονίοις ἀνευφημοῦμεν αὕτη γὰρ ηὐλόγησε τοῦ σώματος, καθὰ φθείρεσθαι μέλλοντος, πολλὰς βασάνους ἐνέγκασα διὰ Χριστοῦ τὴν ἀγάπην.

Ἕτερον. Ἐν πνεύματι τῷ ἱερῷ.

Ἑν οὐρανοῖς ὡς μάρτυς, Κυριακὴ σὺ τῷ Θεῷ, παρισταμένη ἐνδόξως, πάντας ἡμᾶς τοὺς εὐσεβῶς μνήμην τὴν σὴν ἐκτελοῦντας, σῷζε σεπταῖς σου πρεσβείαις.

Θεοτοκίον.

Πανευγὴς παντάνασσα ἱκεσίαις, τῆς ἀθλοφόρου σου Κυριακῆς, φύλαττε τὴν ποίμνην σου ἀπρόσψαυστον, πάσης ἐναντιότητος διὰ παντός σε ὑμνοῦσαν τὴν προστασίαν τοῦ κόσμου.

Εἰς τοὺς Αἴνους ἱστῶμεν στιχ. δ'. ἦχος α'.
Τῶν οὐρανίων ταγμάτων.

Τῶν φιλεόρτων τὰ πλήθη, δεῦτε συνδράμωμεν, τῇ μνήμῃ τῆς ἐνδόξου καὶ σεπτῆς ἀθλοφόρου∙ Κυριακὴ γὰρ ἡ μάρτυς πάντας ἡμᾶς, συνεκάλεσε σήμερον, εἰς εὐωχίαν ἀθάνατον τὰς αὐτῆς ἀριστείας παραθέμενοι. (δίς.)

Τὴν ἱεράν σου εἰκόνα κατασπαζόμεθα, νῦν αἰσθητῶς ἁγία, νοερῶς δὲ τὰ θεῖα, λείψανά σου πάντες ἀπὸ ψυχῆς, προσκυνοῦμεν, Κυριακή, ἐκδυσωποῦντες βλάβης παντοδαπῆς, καὶ κινδύνου ἡμᾶς ῥύεσθαι.

Κυριακῆς τῆς Παρθένου, δεῦτε συνέλθωμεν, ἐν τῷ ναῷ τῷ θείῳ καὶ αὐτῆς τὴν εἰκόνα, τὴν πάνσεπτον σὺν φόβῳ καὶ χαρμονῇ, προσκυνήσωμεν ἅπαντες, καθικετεύοντες ταύτην πάσης ὀργῆς, καὶ ἀνάγκης ἡμᾶς ῥύεσθαι.

Δόξα,ἦχος πλ. β'.

Δεῦτε φιλεόρτων τὸ σύστημα συναθροισθέντες σήμερον ἐν τῷ πανσέπτῳ Ναῷ τῆς παρθενομάρτυρος, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, ψαλμικῶς ᾄδοντες ἐναρμόνιον μέλος, τῷ ταύτην δοξάσαντι Χριστῷ τῷ Θεῷ, καὶ ἐν χαρᾷ καὶ αγαλλιάσει πρὸς αὐτὴν ἀναβοήσωμεν∙ χαίροις ἀθλοφόρε ἔνδοξε, ἡ ὁφθεῖσα θαυμαστὴ μάρτυς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ∙ χαίροις ἀμνὰς ἄφθορε, ἡ τὴν γυναικείαν ἀσθένειαν ἀποῤριψαμένη, καὶ ἀνδρικῶς ἀγωνισαμένη∙ χαίροις Κυριακὴ πανεύφημε, ἡ πρὸς ὕψος ὡς περιστερά ἀναπτᾶσα τοῖς τοῦ Ἁγίου Πνεύματος πτεροῖς∙ καὶ πρὸς τὸν οὐράνιόν σου πατέρα καταπαύσασα, πρέσβευε αὐτῷ ἀπὸ πάσης προσβολῆς καὶ περιστάσεως λυτρώσασθαι τοὺς πιστῶς ἐκτελοῦντας τὴν πανέορτον μνήμην σου.

Καὶ νῦν. Θεοτόκε σὺ ἡ ἄμπελος.
Δοξολογία μεγάλη.

Εἰς τὴν λειτουργίαν, τυπικὰ, Μακαρισμοὶ, τὴν Γ' και ΣΤ', ᾠδὴν τοῦ κανόνος τῆς Ἁγίας. Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῆς Ἁγίας Βαρβάρας. Κοινωνικὸν,εἰς μνημόσυνον.

Μεγαλυνάριον.

Ἔχοντες ναόν σου τὸν ἱερόν, Κυριακὴ ἀθλοφόρε, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν ἐν τούτῳ, καιρῷ τῷ τῆς ἀνάγκης, καὶ ἐπηρείας πάσης αὐτῷ λυτρούμεθα.

Βιβλιογραφία  - Πηγές 

  1. Αρχιμανδρίτης Ιωήλ, Γιαννακόπουλος. Η Παλαιά Διαθήκη κατά τους Ο' Κείμενον - Ερμηνευτική Παράφρασις - Σχολια - Προβλήματα - Χάρται. Θεσσαλονίκη : Ορθόδοξη Χριστιανική Αδελφότητα "ΛΥΔΙΑ", 1986. 
  2. Μέγας, Αθανάσιος. Μεγάλου Αθανασίου ΕΠΕ Ι 244. Ελληνες Πατέρες της Εκκλησίας (ΕΠΕ Ι). Θεσσαλονίκη : s.n., 1972. 
  3. Άγιος Ιωάννης, Δαμασκηνός. Λόγος εις το Γενέσιο. [συγγρ. βιβλίου] Ιερομόναχος Αθανάσιος Γιεβτιτς Επίσκοπος Ζαχουμίου και Ερζεγοβίνης. Η Θεοτόκος Τέσσερις Θεομητορικές ομιλίες του Αγίου Ιωάννου Δαμασκηνού. Αθήνα : Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος, 1995. 
  4.  —. PG Ελληνική Πατρολογία Migne 94, 1332. 
  5. Γεώργιος, Παπαδημητρόπουλος. Εισαγωγή - Η εποχή των Μαρτύρων. [συγγρ. βιβλίου] Συμεών Μεταφραστής. Η άθληση και το μαρτύριο των Αγίων Αγαθής - Βαρβάρας - Ευφημίας - Θεκλας - Ιουλιανής - Σοφίας και των θυγατέρων της. Αθήνα : Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος, 2002. 
  6. Υιοί Β.Ν., Πάσχα. Ακολουθία και Βίος της Αγίας Ενδόξου Μεγαλομάρτυρος και Αθλοφόρου του Χριστού. Έκδοση Πρώτη (Α) Πάτρα : Υιών Β.Ν. Πάσχα, 1886. 
  7.  —. Ακολουθία και Βίος της Αγίας Ενδόξου Μεγαλομάρτυρος και Αθλοφόρου του Χριστού. Έκδοση Δευτέρα (Β) Αθήνα : Ανδρέας Β. Πάσχας, 1914. 
  8. Πρωτοπρεσβύτερος Κωνσταντίνος, Παπαγιάννης. Σύστημα Τυπικού των ιερών ακολουθιών του όλου ενιαυτού καταρτισθέν επί τη βάσει της τυπικής παραδόσεως της Ορθοδόξου Ανατολικής Εκκλησίας. Έκδοση Πρώτη (Α). Αθήνα : Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος, 2006. σσ. 545-547. Κ.Α. 99.04.055, ISBN 960-315-554-3. 
  9. Άγιος, Μάξιμος. PG Ελληνική Πατρολογία Migne 90,157. 11. —. PG Ελληνική Πατρολογία Migne 90, 321. 
  10. Νικόλαος, Καβάσιλας. Ομιλία Νικολάου Καβάσιλα είς την γέννησιν. [συγγρ. βιβλίου] Νικόλαος Καβάσιλας. [μεταφρ.] Παναγιώτης Νέλλας. Η Θεομήτωρ Τρείς Θεομητορικές Ομιλιες Κείμενο Μετάφραση Εισαγωγή Σχόλια Παναγιώτης Νέλλας. Έκδοση Δ. Αθήνα : Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος, 1995. 
  11. Ζήσης, Θωμάς. Ορθοδοξίας Θησαύρισμα. Απολυτίκια και Κοντάκια Εορτολογίου. Αθήνα : Εκδόσεις ΑΣΤΗΡ, 1998, Τόμ. Ε. 
  12. Μαυρομάτης, Γεώργιος. Η Αποκάλυψη του Ιωάννου - Ερμηνευτικά. Αθήνα : Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος, 1999. 
  13. Αγιορείτης, Άγιος Νικόδημος. Ερμηνεία εις την Ζ και Η Ωδή και Προσευχή των Αγίων τριών παίδων. Θεσσαλονίκη : Εκδόσεις Ορθόδοξη Κυψέλη, 1992. 
  14. Άγιος Κύριλλος, Ιεροσολύμων. Κατηχήσεις Αγίου Κυρίλου Ιεροσολύμων. Καρέας Αθήνα : Εκδόσεις ΕΤΟΙΜΑΣΙΑ Ιεράς Μονής Αγίου Ιωάννου Προδρόμου Καρέα., 1999. 
  15. Διονύσιος, Μητροπολίτης Σερβίων και Κοζάνης. Εις την Αγία Κυριακή 1979-1986. Ο Λογος του Θεού. Αθήνα : Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος, 2002. 
  16. Συμεών, Μητροπολίτης Νέας Σμύρνης. Κηρύξατε - Ομιλίες στά Ευαγγέλια των Κυριακών. Έκδοση Δευτέρα. Αθήνα : Αποστολική Διακονία της Εκκλησίας της Ελλάδος, 2004. 
  17. Χατζηνικολάου, Αρχιμανδρίτης Αστέριος. Μέλλουσα Κρίση και αιωνιότητα. Αθήνα : Αδελφότης Θεολόγων Ο ΣΩΤΗΡ, 2009. 
  18. Π., Πάσχος. Εν ασκήσει και μαρτυρίω των Αγίων Νικοδήμου Αγιορείτου και Αθανασίου Παρίου. Αθήνα : Εκδόσεις Αρμός, 1996. 21. Χατζηνικολάου, Αρχιμανδρίτης Αστέριος. Η οδός του Κυρίου στενή και ευρύχωρος και παράδοξος. Έκδοση δευτέρα. Αθήνα : Αδελφότης Θεολόγων Ο ΣΩΤΗΡ, 2007.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου