Τετάρτη, 18 Σεπτεμβρίου 2013

ΘΩΜΑΣ ΘΕΟΧΑΡΗΣ- ΑΓΙΟΛΟΓΙΟΝ

Θωμάς Θεοχάρης ΑΓΙΟΛΟΓΙΟΝ
Στις 19/09/2013 εορτάζουν:
Άγιοι Τρόφιμος, Σαββάτιος και Δορυμέδων
Άγιος Theothore
Άγιοι Θεόδωρος ο πρίγκιπας και Δαβίδ και Κωνσταντίνος οι υιοί του
...
Πηγή: Απολυτίκια

Ἦχος γ’. Τὴν ὡραιότητα.

Τὴν ἀκαθαίρετον, Τριάδος δύναμιν, ἀνθηφορήσαντες, Μάρτυρες ἔνδοξοι, ἐναπετέματε στερρῶς, τὴν ἄκανθαν τῆς ἀπάτης, Τρόφιμε μακάριε, Ἐκκλησίας ἐντρύφημα, Σαββάτιε πάνσοφε, Ἀθλητῶν ἐγκαλλώπισμα, καὶ δόξα εὐσεβῶν Δορυμέδον ὅθεν ὑμᾶς ἀνευφημοῦμεν.

Κοντάκιον
Ἦχος δ’. Ὡς ἀπαρχὰς.
Ὡς ἀθλητῶν ἑδραίωμα, καὶ εὐσεβείας ἔρεισμα, ἡ Ἐκκλησία τιμᾷ καὶ γεραίρει σου, τὴν φωτοφόρον ἄθλησιν· παναοίδιμε μάκαρ, ἀθλητὰ γενναιόφρον, ἔνδοξε Τρόφιμε, σὺν τοῖς συνάθλοις σου, ἱλασμὸν τοῖς ὑμνοῦσί σε αἴτησαι, ὡς ἀήττητος.

Κάθισμα
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Βασάνων ἀνδρικῶς, ὑπομείναντες πόνους, τὴν ἄπονον ζωήν, ἐκομίσασθε ἅμα, Δορυμέδον καὶ Τρόφιμε, καὶ Σαββάτιε πάνσοφε· ὅθεν σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἑορτάζουσα, τὴν ἱερὰν ὑμῶν μνήμην, ἐνθέως ἀγάλλεται.

Ὁ Οἶκος
Τῶν Ἁγίων Μαρτυρων τὰ ἔπαθλα, οὐρανῶν αἱ Δυνάμεις ἐθαύμασαν, ὅτι σῶμα θνητὸν περικείμενοι, ἀσωμάτους ἐχθροὺς ἐτροπώσαντο, Σταυροῦ τῇ ἰσχὺϊ κρατυνόμενοι· ὅθεν μακαρίζονται εἰς αἰῶνας, ἱλασμὸν τῶν πταισμάτων αἰτούμενοι ὑπὲρ πάντων ἡμῶν· καὶ γὰρ τιμῶνται αὐτοί, ὡς ἀήττητοι.
Δείτε περισσότερα


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου