Δευτέρα 30 Σεπτεμβρίου 2013

ΑΓΙΟΣ ΑΝΑΝΙΑΣ & ΟΣΙΟΣ ΡΩΜΑΝΟΣ ΜΕΛΩΔΟΣ

Στις 01/10/2013 εορτάζουν:

Άγιος Ανανίας ο Απόστολος
Όσιος Ρωμανός ο Μελωδός
Αγία Σκέπη της Υπεραγίας Θεοτόκου εν Βλαχερνώ...
Όσιος Ιωάννης ο ψάλτης ο καλούμενος Κουκουζέλης
Σύναξη της Υπεραγίας Θεοτόκου της Γοργοεπηκόου
Άγιος Μιχαήλ ηγούμενος της Μονής Ζώβης και τριάντα έξι άλλοι Οσιομάρτυρες
Άγιος Δομνίνος
Όσιος Γρηγόριος ο Δομέστικος
Όσιος Σάββας ο εν Βησερία ο Θαυματουργός
Σύναξη της Παναγίας της Ελευθερώτριας στον Βασσαρά.

Πηγή: Απολυτίκια

Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ὡς σάλπιγξ θεόληπτος, τῶν οὐρανίων ᾠδῶν, ἐνθέως ἐφαίδρυνας, τὴν Ἐκκλησίαν Χριστοῦ, τοὶς θείοις σου ἄσμασι, σὺ γὰρ τῆς Θεοτόκου, ἐμπνευσθεῖς τὴ ἑλλάμψει, ἔνθεος ὑμνηπόλος, ἐγνωρίσθης ἐν κόσμῳ, διὸ σὲ πόθω τιμῶμεν, Ρωμανὲ Ὅσιε.

Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῇ Θεοτόκῳ οἱ Πιστοὶ νῦν προσπελάσωμεν, καὶ τὸ μαφόριον αὐτῆς κατασπασώμεθα, ἀναμέλποντες ἐφύμνια κατὰ χρέος. Σκέπη πέλει γάρ, πιστοὺς σκέπουσα ἅπαντας, καὶ φρουροῦσα ἐκ παντοίων περιστάσεων, τοὺς κραυγάζοντας, χαῖρε Σκέπη ὁλόφωτε.

Ὁ Οἶκος
Ἄγγελοι οὐρανόθεν, καὶ βροτῶν πλήθη γῆθεν, συμφώνως ἀνυμνήσωμεν πόθῳ, τὴν ὑπέρφωτον Σκέπην Μητρὸς Θεοῦ, ἣν Ἀνδρέας ὁ κλεινὸς κατεῖδε, καὶ πρὸς αὐτὴν ἐφύμνια προσείπωμεν ἀναβοῶντες,

Χαῖρε ἡ Σκέπη Μητρὸς Κυρίου,
Χαῖρε μαφόριον τῆς Πανάγνου.
Χαῖρε ἡ πάντας τοὺς πιστοὺς περισκέπουσα,
Χαῖρε ἐναντίους ἐχθροὺς καταθραύουσα.
Χαῖρε ὅτι τοὺς σοὺς πρόσφυγας περισκέπεις φεραυγῶς·
Χαῖρε ὅτι τοὺς καλοῦντάς σε, διασώζεις ἐναργῶς.
Χαῖρε στῦλε ὄντως πύρινε, ὁδηγοῦσα τοὺς πιστούς,
Χαῖρε κλῖμαξ ἐπανάγουσα ἀπὸ γῆς πρὸς οὐρανούς.

Χαῖρε Σκέπη Πανάγνου, εὐσεβῶν σωτηρία,
Χαῖρε Μήτηρ Κυρίου, μοναστῶν προστασία.
Χαῖρε δι' ἧς ἡ χάρις ἐπέλαμψε,
Χαῖρε ὑφ' ἧς ἡ λύπη κατέπαυσε.
Χαῖρε Σκέπη ὁλόφωτε.

Ἀπολυτίκιον
Ἦχος γ’.
Ἀπόστολε Ἅγιε Ἀνανία, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς ἔμπλεως χάριτος, τοῦ Τρισηλίου φωτός, τὸ σκεῦος ἐφώτισας, τῆς ἐκλογῆς τοῦ Χριστοῦ, Ἀνανία Ἀπόστολε, ὅθεν ἀνακηρύξας, εὐσέβειας τὸν λόγον, ἄθλοις ἐβεβαιώσω, τὴν σωτήριον χάριν δι' ἧς τοὶς σὲ εὐφημούσι, δίδου τὰ πρόσφορα.

Ἕτερον Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὡς σάλπιγξ θεόληπτος, τῶν οὐρανίων ᾠδῶν, ἐνθέως ἐφαίδρυνας, τὴν Ἐκκλησίαν Χριστοῦ, τοὶς θείοις σου ἄσμασι, σὺ γὰρ τῆς Θεοτόκου, ἐμπνευσθεῖς τὴ ἑλλάμψει, ἔνθεος ὑμνηπόλος, ἐγνωρίσθης ἐν κόσμῳ, διὸ σὲ πόθω τιμῶμεν, Ρωμανὲ Ὅσιε.
Δείτε περισσότερα

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου