Δευτέρα 2 Σεπτεμβρίου 2013

Ανακομιδή λειψάνων Αγίου Νεκταρίου (Ακολουθία) - 3 Σεπτεμβρίου

Ανακομιδή λειψάνων Αγίου Νεκταρίου (Ακολουθία) - 3 Σεπτεμβρίου




Η ανακομιδή των λειψάνων του Αγίου Νεκταρίου έγινε στις 3 Σεπτεμβρίου του 1963 μ.Χ.

Η Μονή του Αγίου Στην Αίγινα εορτάζει 2 φορές το χρόνο: στις 9 Νοεμβρίου (κοίμηση Αγίου Νεκταρίου) 
και στις 3 Σεπτεμβρίου (ανακομιδή Ι. Λειψάνων). 
Η μονή ανήκει διοικητικά στην Ιερά Μητρόπολη Ύδρας, Σπετσών, Αιγίνης, Ερμιονίδος και Τροιζηνίας.

(πηγή: agios-nektarios.gr)

Δὲν ἔχουμε λεπτομέρειες γιὰ τὸ γεγονός.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν σεπτῶν σου λειψάνων, Ἱεράρχα Νεκτάριε, τὴν ἁγίαν ἐκ τάφου κομιδὴν ἑορτάζοντες, σωμάτων καὶ ψυχῶν ἁγιασμόν, καὶ ἴασιν παθῶν παντοδαπῶν, κομιζόμεθα προσπίπτοντες εὐλαβῶς, τῇ χάριτί σου κράζοντες· δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.


Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τῶν σεπτῶν λειψάνων σου, τὴν ἐκ τοῦ τάφου, κομιδὴν γεραίροντες, Νεκτάριε θαυματουργέ, εὐσεβοφρόνως βοῶμέν σοι· χαίροις Πατέρων ἐν πᾶσιν ἰσότιμε.


Μεγαλυνάριον.
Χάριν ἀναβλύζοντα δαψιλῆ, ὤφθησαν ἐκ τάφου, τὰ σὰ λείψανα τὰ σεπτά, Νεκτάριε Πάτερ, οἷς πίστει προσιόντες, λαμβάνομεν ὑγείαν, ψυχῆς καὶ σώματος.
(πηγή:.synaxarion.gr)
-------------------------------------------------------------------------

Η Ακολουθία
Ποιηθέντα ἅπαντα ὑπὸ ΓΕΡΑΣΙΜΟΥ μοναχοῦ Μικραγιαννανίτου,Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας καὶ ἐκδιδόμεναὑπὸ τῆς ἐν Αἰγίνῃ Ἱερὰς Μονῆς τῆς Ἁγίας Τριάδος προνοίᾳ μὲν τοῦ Σεβ.ΜητροπολίτουὝδρας,Σπετσῶν καὶ Αἰγίνης ΙΕΡΟΘΕΟΥ, ἐπιμελείᾳ δὲτοῦ Ἀρχιμ. ΣΥΜΕΩΝ Π.ΚΟΥΤΣΑ. ΕΝ ΑΘΗΝΑΙΣ1976


ΜΗΝΙ ΣΕΠΤΕΜΒΡΙῼ Γ΄,
ΜΝΗΜΗΝ ΕΠIΤΕΛΟΥΜΕΝ ΤΗΣ ΑΝΑΚΟΜΙΔΗΣ
ΤΩΝ ΤΙΜΙΩΝ ΛΕΙΨΑΝΩΝ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΝΕΚΤΑΡΙΟΥ
ΕΠΙΣΚΟΠΟΥ ΠΕΝΤΑΠΟΛΕΩΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ


Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἐξῆς Προσόμοια.
Ἦχος πλ. β'. Αἱ Ἄγγελικαί.


Τὴν θεοπρεπῆ, διανύσας πολιτείαν, τῆς ἐν οὐρανοῖς, ἠξιώθης εὐκληρίας, ἡμῖν δὲ Ἱεράρχα, τὰ σὰ τίμια Λείψανα,δέδωκας ὡς κρήνην ἰαμάτων, ὧν τὴν ἐκκόμισιν ἐκ τάφου, πανηγυρίζοντες, Νεκτάριε θαυματουργέ,φαιδρῶς ἑορτάζομεν.

Τὴν ἐκκομιδὴν,τῶν ἁγίων σοῦ Λειψάνων, θείας ἑορτῆς, καὶ χαρᾶς ἐπουρανίου, ὑπὀθεσιν εὑρόντες,'Ἱεράρχα Νεκτάριε, ὕμνον ἀναμέλπομεν Κυρίῳ, τῷ σὲ δοξάσαντι πλουσίως, πολλοῖς θαύμασι,καὶ δεδωκότι σε ἡμῖν, προστάτην θερμότατον.

Κρίνα τοῦ ἀγροῦ,καθωράθησαν τοῖς πᾶσι, πέμποντα ἡμῖν, εὐωδίαν οὐρανίαν, τὰ θεῖα Λείψανά σου, Θεοφόρε Νεκτάριε, ὅτε σου ἠνέῳκται ὁ τάφος, καὶ τῶν παθῶν τὴν δυσωδίαν, ἀεὶ λύουσι, τῶν προσιόντων εὐλαβῶς, αὐτοῖς μετὰ πίστεως.

Χάρις δαψιλής,τοῖς τιμίοις σου Λειψάνοις, Πάτερ ἐνοικεῖ, τῇ τοῦ IIνεύματος δυνάμει· διὸ ἀγαλλιᾶται,ἡ Μονὴ σου Νεκτάριε, καὶ ἡ νῆσος Αἴγινα κηρύττει, τὴν σὴν ὀξεῖαν προστασίαν, δι'ἧς Ἅγιε, τοῖς ἐν ἀνάγκαις συμπαθῶς, παρέχεις βοήθειαν.

Δόξα. Ἦχος δ΄.

Ἁγιοπρεπῶς πολιτευσάμενος,ἐν ὁσιότητι καὶ ἀληθείᾳ, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον Θεὸν ἐδόξασας, ἐν ἐσχάτοις χρόνοις,Ἱεράρχα Νεκτάριε· παρ΄ οὗ ἀξίως δοξασθείς, τῶν ἀπ΄ αἰῶνος Ἁγίων ἐγένου συνάριθμος,καὶ τὰ σεπτά σου Λείψανα, θείας χάριτος θησαυρός, ἡμῖν ὤφθησαν ὧν τὴν ἀνακομιδὴνἑορτάζοντες, δοξάζομεν Χριστόν, τὸν λαμπρῶς σε θαυμαστώσαντα.
Καὶ νῦν Θεοτοκίον.
Ἐκ παντοίων κινδύνωντοὺς δούλους σου, φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶνἡμῶν.

Ἀπόστιχα.
Ἦχοςβ', Οἶκος τοῦ Ἔφραθᾶ.

Τὴν ἀνακομιδήν,τῶν θείων σου Λειψάνων, Νεκτάριε τελοῦντες, καρπούμεθα ἐκ τούτων,τὴν δωρεὰν τοῦ Πνεύματος.
Στίχ, Οἱ ἱερεῖς σου Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοίσου ἀγαλλιασονται.
Χαίρει ἡ σὴ Μονή,τὰ θεῖα Λείψανά σου, Νεκτάριε πλουτοῦσα, ὡς πλοῦτον ἀφθαρσίας, καὶ χάριτος κειμήλιον.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Χἄριν ὁμολογεῖ,ἡ νῆσος τῆς Αἰγίνης, καθαγιαζομένη, τοῖς θείοις σου Λειψάνοις, θαυματουργὲ Νεκτάριε.

Δόξα, Τριαδικόν.

Φέγγει τρισσολαμπεῖ,Τριάδος τῆς Ἁγίας, λαμπόμενος παμμάκαρ, Νεκτάριε ἐκλάμπεις, ὥσπερ ἀστὴρ νεόφωτος.
Καὶ νῦν. Θεοτοκίον.
Εἴληφεν ἐξ ἁγνῶναἱμάτων σου ὁ Λόγος, τὴν τῶν βροτῶν οὐσίαν, καὶ ἔσωσε Παρθένε, τὸν πεπτωκότα ἄνθρωπον.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριεἐκέκραξα ἱστῶμεν στίχους ς΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοιατοῦ Ἁγίου.

Ἦχοςβ'. Ὅτε ἐκ τοῦ ξύλου.
Νέκταρ ἀνεδείχθης ἀρετῶν, τῇ σῇ καθαρᾷ πολιτείᾳ, ἐν τοῖς ἐσχάτοις καιροῖς, ἅγιε Νεκτάριε Ἀρχιερεῦτοῦ Χριστοῦ, καὶ τὰ θεῖά σου Λείψανα, καθηγιασμένα, Πνεύματος τῇ χάριτι, πιστοῖς ἐδόθησαν· ὧν περ τὴν σεπτὴν ἐκ τοῦ τάφου, ἀνακομιδὴν εὐφημοῦντες, τὸν σὲ θαυμαστώσαντα δοξάζομεν.

Ὁτε σου ὁ τάφοςὁ σεπτός, ἤνοικται πολλὴ εὐωδία, πᾶσιν ἐκκέχυται, τότε σου τὰ ἅγια ὀστέα Ἅγιε, ὥσπερἄνθη πανεύοσμα, τῆς μελλούσης δόξης, ὤφθησαν ἐκφαίνοντα, χάριν τὴν ἄφθονον· ὅθεντῇ αὐτῶν ἐκκομίσει, ἑορτὴν συστήσαντες θείαν, ὕμνοις σε γεραίρομεν Νεκτάριε.

Ἄλλη κολυμβήθρα Σιλωάμ, ὤφθη ἡ σορὸς τῶν σεπτών σου, Λειψάνων Ἅγιε, τῇ τοῦ θείου Πνεύματος, πλουσίᾳχάριτι· θεραπεύει γὰρ πάντοτε, δεινὰς ἀσθενείας, καὶ διώκει πνεύματα, Πάτερ ἀκάθαρτα.Ὅθεν πᾶσα γλῶσσα κηρύττει., τὰς σὰς θαυμαστὰς ἀντιλήψεις, ἃς παρέχεις ἅπασι Νεκτάριε.

Ὅτε τὴν ἁγίαν σουψυχήν, Πάτερ τῷ Κυρίῳ ἀπέδως, ὅλην ὁλόφωτον, τότε συνηρίθμησαι, Ἁγίων τάξεσι, τὸδὲ πάντιμον σῶμά σου, τῷ τάφῳ ἐδόθη, βρύον τὰ ἰάματα, τοῖς προσπελάζουσιν· οὗ περἑορτάζοντες πόθῳ, τὴν ἐκκομιδὴν Ἱεράρχα, χάριν κομιζόμεθα καὶ ἔλεος.

Ἴδε τοὺς προστρέχοντας πιστῶς, τοῖς σοῖς μυριπνόοις Λειψάνοις, εὐσπλάγχνῳ ὄμματι, ἅγιε Νεκτάριε, καὶ δίδουἅπασι, τάς αἰτήσεις ἑκάστοτε, ψυχῶν καὶ σωμάτων, ἅπαντα ἰώμενος, τὰ ἀρρωστήματα·χάρις γὰρ θαυμάτων πλουσία, παρὰ τοῦ Χριστοῦ σοι ἐδόθη, ὃν ἀπὸ νεότητος ἠγάπησας.

Χαίρει ἡ ἁγία σου Μονή, ὥσπερ θησαυρὸν κεκτημένη, τὴν σὴν τιμίαν σορόν, καὶ ἡ νῆσος Αἴγινα, γάνυται Ἅγιε, τῇ θερμῇ προστασίᾳ σου, ἡ Ἑλλὰς δὲ πᾶσα, μέλπει τῶν θαυμάτων σου, τὰ ἐνεργήματα·πάντας γὰρ ὀξέως προφθάνεις, καὶ πολλῶν κινδύνων ἐξαίρεις, τοὺς προσκαλουμένουςσε Νεκτάριε.

Δόξα. Ἦχος πλ. β'

Σήμερον καθάπερκρίνα τοῦ ἀγροῦ, κατὰ τὸ θεῖον λόγιον, ἐκ τοῦ τάφου ἀνέτειλαν, τὰ σεπτά σου ὀστέα,θαυματοφόρε πάτερ Νεκτάριε· καὶ τῶν ἐν σοὶ χαρίτων, τὴν εὐωδίαν πνέοντα, τάς ψυχικὰςαἰσθήσεις τῶν πιστῶν εὐφραίνουσι, καὶ τῶν παθῶν τὸ δυσῶδες ἐλαύνουσιν· ἡ γὰρ χάριςτοῦ Πνεύματος, ἀνεκφοίτητος ἐν τούτοις μένουσα, ἐνεργεῖ τὰ παράδοξα· ἰατρεῖον γὰρθεῖον ὤφθησαν, καὶ ἱλαστήριον ψυχῶν, καὶ θλιβομένων καταφύγιον. Ὅθεν τὴν ἀνακομιδὴναὐτῶν, ἐτησίως γεραίροντες, πιστῶς βοῶμέν σοι· Θεράπον Χριστοῦ θερμότατε, καὶ Ἱεράρχαὅσιε, ἀπαύστως πρέσβευε, σῴζεσθαι τοὺς σὲ μακαρίζοντας.
Καὶ νῦν. Ὁ αὐτός.
Τίς μὴ μακαρίσεισε Παναγία Παρθένε, τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκΠατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς,φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι΄ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπωντεμνόμενος, ἀλλ΄ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε,ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.(Κεφ. ι′.7)

Μνήμη δικαίου μέτ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἐξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ι′.32)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν,καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. 
Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεοτητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδὲν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλὸς ἐστιν ἀγαθή. 
Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίω, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δὸς μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήση με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Εἰς τὴν Λιτήν. 

Ἰδιόμελα.Ἦχος α',

Πάλαι μὲν ἡ Αἴγινα,τὸ σὸν ἅγιον σκῆνος, θρήνοις ὁσίως κηδεύσασα, τὴν σὴν χάριν ἀπεξεδέχετο· νῦν δὲτοῦτο ἐκ τοῦ τάφου, ὡς κιβωτὸν ἁγιάσματος ἐκκομίσασα, χαρᾶς πολλῆς πληροῦται, ἁγιασμὸνκαὶ ἔλεος, καὶ ἰάσεις πολλαπλάς, καὶ πᾶσαν δόσιν ἀγαθήν, ἐξ αὐτοῦ καρπουμένη. Ἀλλ΄ὦ πάτερ Νεκτάριε, ῥᾶνον ἐν ταῖς ψυχαῖς ἡμῶν τὸ νέκταρ τῆς ἀγάπης, καὶ ῥῦσαι ἡμᾶςτῆς τῶν παθῶν πικρίας, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.

Ἦχοςβ΄.

Τῆς αἰωνίου ζωῆςτὰς χάριτας, καὶ τῆς μελλούσης ἀξίας τὰς δωρεάς, μυστικῶς προζωγραφοῦντα, τὰ σὰτίμια Λείψανα πᾶσιν ἀνεφάνησαν,Ἱεράρχα Νεκτάριε· τὴν ὀσμὴν γὰρ τῆς χάριτος ἐπαφιᾶσιθαυμαστῶς, ἀρωματίζοντα πάντας, ἐν τῇ ἐκφάνσει τῶν κρειττόνων· καὶ πλήθει θαυμάτων,πλῆθος ἐπάθλων θεϊκῶν, ὧν μετέσχες δηλοῦσι, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶνψυχῶν ἡμῶν.

Ἦχοςγ'.

Δεῦτε ἅπαντες πιστοί,τῇ θαυματοβρύτῳ σορῷ προσπέσωμεν, Νεκτάριου τοῦ παμμάκαρος, τοῦ νεοφανοῦς τῆς Ἐκκλησίαςφωστῆρος· ἐκ τοῦ τάφου γὰρ ἡμῖν ἀνεδόθησαν, τῆς ἁγιότητος τὰ σήμαντρα φέροντα, καὶτὴν ἐν αὐτοῖς οἰκοῦσαν χά-ριν τοῦ Πνεύματος, ὡς χρυσίον πολυτιμον στίλβοντα· καὶδωρεαῖς ἰαμάτων, ὀλβιοῦντα τοὺς πιστούς, τὴν ἀποκειμένην ἐν οὐρανοῖς, τοῖς ἀξίοιςεὔκλειαν, διατρανοῦσιν ἐμφανῶς· Χριστὸς γὰρ ἐν τοῖς Ἁγίοις ἐνεργεῖ, ὡς ἀψευδῶς ἐπηγγείλατο,ὁ δοξάζων τοὺς αὐτὸν δοξάζοντας.

Ἦχοςδ΄

Ἐξέστησαν ἅπαντες,ὅτε ὁ σὸς τάφος ἠνέῳκται, θεοφόρε Ἱεράρχα Νεκτάριε· εὐωδία γὰρ γλυκεῖα ἐξ αὐτοῦδιεξεχύθη, πιστοποιοῦσα πάντας, τῆς ζωῆς τὴν λαμπρότητα, καὶ τὸν θεόσδοτον ἐν σοὶθησαυρόν· εὐωδία γὰρ Χριστοῦ, κατὰ Παῦλον ὤφθης, καὶ θεϊκῶν δωρεῶν ἐπάξιον ταμεῖον·ἔνθεν ἡ θήκη τῶν Λειψάνων σου, ἰάματα βρύουσα, νοσημάτων καθαιρεῖ βόρβορον, καὶσμῆνος ἀκαθάρτων, κατακλύζει πνευμάτων, εὐφροσύνην καὶ χαράν, πᾶσι βραβεύουσα.
Δόξα. Ὁ αὐτός.
Τῇ ἀνακομιδῇ τῶνσεπτῶν Λειψάνων σου, ἑορτὴν λαμπρὰν συγκροτήσαντες, μακαρίζομέν σε, ἀξιομακάριστεΝεκτάριε· τῆς θείας γὰρ ἀγάπης τὸ νέκταρ δεξάμενος, μακάριος ἀνὴρ κατὰ Δαβίδ, ἐνκόσμῳ ὤφθης, ἐν νόμῳ Κυρίου, μελετήσας ἡμέρας καὶ, νυκτός· καὶ τὸν καρπὸν τῆς ζωῆςτρυγήσας, ἐθεώθης κατὰ μέθεξιν· διὸ καὶ ἡμῖν, τοῖς τῇ ἁγίᾳ σορῷ σου προσπίπτουσι,καὶ τὴν σεπτὴν ἀσπαζομένοις Κάραν, αἴτησαι τὸν θεῖον ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν, Θεοτοκίον.
Ἐκ παντοίων κινδύνωντοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶνἡμῶν.

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.
Ἦχοςπλ. α΄. Χαίροις ἀσκητικῶν.

Πάλιν πνευματικῆςἑορτῆς, ἡμῖν αἰτία καὶ ὑπόθεσις γέγονε, Νεκτάριε Ἱεράρχα, τῶν σῶν ἁγίων ὀστῶν, ἡἀπὸ τοῦ τάφου ἀνακόμισις· ἐν ᾗ ἑορτάζοντες, εὐφροσύνης πληρούμεθα, καὶ τῇ σορῷ σου,εὐλαβῶς προσπελάζοντες, κομιζόμεθα, ἐξ αὐτῆς χάριν ἄφθονον. Δίδου ἡμῖν ἑκάστοτε,ταχεῖαν βοήθειαν, ὡς μιμητὴς τοῦ Δεσπότου, πάσης ἀνάγκης ῥυόμενος, τοὺς πίστει τελείᾳ,ἐξαιτοῦντας θεοφορε, τὴν προστασίαν σου.

Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοίσου ἀγαλλιάσονται.
Χαίρει ἡ εὐαγὴςσου Μονή, ὡς θησαυρὸν καὶ κιβωτὸν ἁγιάσματος, κατέχουσα Ἱεράρχα, τὴν σὴν ἁγίαν σορόν,καθαγιασθεῖσαν θείῳ Πνεύματι· καὶ ταύτῃ συρρέουσιν, ἐκ περάτων Νεκτάριε, οἱ ἐν ἀνάγκαις,καὶ ἐν νόσοις καὶ θλίψεσι, καὶ λαμβάνουσι, συμπαθῶς τὰ αἰτήματα· κρήνη γὰρ ἀνεξάντλητος,θαυμάτων γεγένηται, καὶ καταφύγιον μέγα, καὶ ἰατρεῖον ἀδάπανον· Χριστὸς γὰρ πλουσίως,ὃν ἐδόξασας ἐν βίῳ, σὲ ἐθαυμάστωσε.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Χαίροις νέος ἀστὴρπαμφαής, τῆς Ἐκκλησίας Ἱεράρχα Νεκτάριε, ὁ λύσας δοκησισόφων, τάς σοφιστείας τρανῶς,ἐν δυνάμει Πάτερ θείου Πνεύματος· πηγὴ ἡ πηγάζουσα, ἀενάως ἰάματα· νήσου Αἰγίνης,θεοδώρητος ἔφορος, καὶ πρὸς Κύριον, πρεσβευτὴς ἀκαταίσχυντος. Φρούρει οὖν ταύτηνἍγιε, ταῖς σαῖς ἀντιλήψεσι, σὺν τῇ ἁγίᾳ Μονῇ σου, καὶ τὴν Ἑλλάδα νῦν ἅπασαν, Χριστὸνἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ΄. δ.

Ἱεραρχίας τὴν στολήν,ταῖς ἀρεταῖς λαμπρύνας Νεκτάριε, 'Ἁγίων ἰσότιμος ὤφθης, ἀγιοπρεπῶς πολιτευσάμενος·καὶ νῦν πλήρη ἁγιότητος, τὰ σὰ τίμια Λείψανα, ἐκ τοῦ τάφου δέδωκας ἡμῖν, τοῖς ποθοῦσίσε Ἅγιε. Διὸ τὴν τούτων ἀνακομιδήν, πιστῶς ἑορτάζοντες βοῶμέν σοι· Πρέσβευε Ἱεράρχα,τῷ πανοικτίρμονι Θεῷ, δίδοσθαι ἡμῖν τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι,τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Ἀπολυτίκιον.
Ἦχοςα'. Τῆς ἐρήμου πολίτης.

Τῶν σεπτῶν σουΛειψάνων Ἱεράρχα Νεκτάριε, τὴν ἁγίαν ἐκ τάφου κομιδὴν ἐορτάζοντες, σωμάτων καὶ ψυχῶνἁγιασμὸν, καἴ ἴασιν παθῶν παντοδαπῶν, κομιζόμεθα προσπίπτοντες εὐλαβῶς, τῇ χάριτίσου κράζοντες· δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντιδιὰ σοῦ, πᾶσιν ἰάματα.
Καὶ τὸγνωστόν. Ὅμοιον.
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριοντιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ· ἀναβλύζει γὰρ ἰάσεις παντοδαπάς,τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι,δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένουσοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης· ἐν σοὶ τῇ ἁγίᾳκιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαβίδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τᾶν Κτίστηνσου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντιἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

ΕΙΣ ΤΟΝΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα.
Ἦχοςα΄. Τὸν τάφον σου Σωτὴρ.

Τὴν ἀνακομιδήν,τῶν σεπτῶν σου Λειψάνων, Νεκτάριε σοφέ, ἐορτάζοντες πόθῳ, τὴν σὴν ἐπιβοώμεθα, μεσιτείανπρὸς Κύριον· ὃν ἱκέτευε, πάσης ἀνάγκης καὶ βλάβης, ἡμᾶς ῥύεσθαι, τοὺς εὐφημοῦντάςσε Πάτερ ὡς θεῖον θεράποντα.

Θεοτοκίον.

Τὸν πάντων ποιητήν,καὶ Θεὸν καὶ Δεσπότην, κυήσασα Ἁγνή, ἐξ ἁγνῶν σοι αἱμάτων, τὸν κόσμον ἀνεκαίνισας,καὶ τὸν ὄφιν ἐνέκρωσας· ὅθεν ἅπαντες ὡς τῆς ζωῆς σε Μητέρα, μεγαλύνομεν οἱ τοῦ θανάτουῥυσθέντες, τῷ τόκῳ σου Ἄχραντε.

Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα.
Ἦχοςδ'. Ταχὺ προκατάλαβε.

Ἡνίκα ἀνέλαβον,ἀπό του τάφου σοφέ, τὰ θεῖά σου Λείψανα, ἐν εὐλαβείᾳ πολλῇ, ὀσμῆς ἐπληρώθησαν, θείαςκαὶ οὐρανίου, θεϊκῇ χορηγίᾳ, ᾄδοντες τῷ Σωτῆρι, χαριστήριον αἶνον, τῷ σὲ θαυματοφόρον,Νεκτάριε δείξαντι. 

Θεοτοκίον.

Ἡ δόξα σου Ἄχραντε,πᾶσαν καλύπτει τὴν γῆν, καὶ πάντες οἱ Ἄγγελοι, τὰ μεγαλεῖα τὰ σά, δοξάζουσι Δέσποινα·πάντων γὰρ τὸν Δεσπότην, ἀπορρήτως τεκοῦσα. ἕνωσις διεστώτων, Θεοτόκε ἐδείχθης·διό σοι ἀσιγήτως, τὸ χαῖρε κραυγάζομεν.

Μετὰ τὸν Πολυέλαιον, Κάθισμα
Ἦχοςπλ΄. α'. Τὸν συνάναρχον Λόγον.

Ἡ σορὸς τῶν σεπτῶνσου Λειψάνων Ἅγιε, ἰατρεῖον ἐδείχθη πᾶσιν ἀδάπανον· θεραπεύει γὰρ ἀεὶ θείᾳ χάριτι,τοὺς προστρέχοντας πιστῶς, νοσημάτων χαλεπῶν, Νεκτάριε Ἱεράρχα, καὶ τῶν δαιμόνωνδιώκει, θείᾳ ῥοπῇ πᾶσαν ἐνέργειαν.

Θεοτοκίον.

Γαστήρ σου Παρθένεἡ παναμώμητος, πλατυτέρα ἐδείχθη τῶν οὐρανῶν ἀληθῶς, ὡς χωρήσασα Θεὸν τὸν ἀχώρητον·Ὅθεν πᾶσαι γενεαί, μακαρίζομεν πιστῶς, ὡς μόνην σε Θεοτόκον, καὶ σωτηρίαν καὶ σκέπην,ἡμῶν καὶ μέγα καταφύγιον.

Εἶτα οἱ Ἀναβαθμοὶ· τὸ α' ἀντίφωνοντοῦ δ' ἤχου.

Προκείμενον.

Οἱ ἱερεῖς σου,Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον,

Τὸ Πᾶσαπνοή.
Εὐαγγέλιοντὸ τοῦ Ὄρθρου τῆς θ' Νοεμβρίου (Ζήτει τῇ λ' Σεπτεμβρίου).

Ὁ Ν'Ψαλμός.

Δόξα, Ταῖς τοῦ Ἱεράρχου..,
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

Ἰδιόμελον.Ἦχος πλ. β΄.
Στίχ. Ἐλέησόν με ὁ Θεός...

Τοῦ ἀδύτου φωτισμοῦ,κοινωνῶν θεοφόρε, καὶ κατὰ μέθεξιν θείαν θεούμενος, παθῶν ἀχλύος λύτρωσαι, καὶ παντοδαπῶννοσημάτων καὶ θλίψεων, τοὺς τοῖς σεπτοῖς σου προσιόντας Λειψάνοις, ἀνενδοιάστῳ ψυχῇ,Ἱεράρχα πάτερ Νεκτάριε, ὡς παρρησίαν ἔχων πρὸς Κύριον.

Καὶ οἱ Κανόνες τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, φέρων τήν δε ἀκροστιχίδα·

«Τοῖς σοῖς Λειψάνοις ὦ Νεκτάριε αἶνος, Γερασίμου».

Ἦχος πλ. δ',
ᾨδὴ α'.'Ἁρματηλάτην Φαραώ.

Τῆς ἀφθαρσίας εἰληφὼςτὸν στέφανον, ὡς Ἱεράρχης σοφός, καὶ Ἁγίων πάντων, σύσκηνος γενόμενος, Νεκτάριεἱκέτευε, φωτισμόν μοι δοθῆναι, τὴν ἐκ τοῦ τάφου γεραίροντι, ἀνακομιδὴν τῶν Λειψάνωνσου.

Ὁ ποταμός τῶν δωρεῶντοῦ Πνεύματος, ἐν τοῖς Λειψάνοις τοῖς σοῖς, νοητῶς ἐχύθη ἅγιε Νεκτάριε· ἐντεῦθενπελαγίζουσιν, ἰαμάτων τὰ ῥεῖθρα, τῶν παθημάτων τὸν βόρβορον, καὶ ἀσθενειῶν κατακλύζοντα.

Ἴδε ὑψόθεν ἅγιεΝεκτάριε, τοὺς προσιόντας πιστῶς, τῇ ἁγίᾳ θήκῃ, τῶν σεπτῶν Λειψάνων σου, καὶ δίδουπᾶσιν Ὅσιε, πατρικῇ συμπαθείᾳ, ῥῶσιν καὶ χάριν καὶ ἔλεος, καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν.

Σὲ προστασίαν καὶθερμὴν ἀντίληψιν, ἡ σὴ ἁγία Μονή, κεκτημένη Πάτερ πάσης βλάβης ῥύεται, καὶ τοῖςσεπτοῖς Λειψάνοις σου, καυχωμένη λαμβάνει, τὴν ἐξ αὐτῶν εὐλογίαν σου, ὕμνους σοιχαρᾶς ἀναμέλπουσα.

Θεοτοκίον.

Σωματοφόρον ὑπὲρλόγον τέτοκας, τὸν πρὶν ἀσώματον, τοῦ Πατρὸς Παρθένε, Λόγον τὸν συνάναρχον, καὶτοῦ Ἀδὰμ ἀνέτρεψας, τὴν ἀρχαίαν κατάραν· διό σε πάντες γεραίρομεν, ὡς ζωὴν ἡμῖνθείαν βλύσασαν.
Καταβασία.Σταυρὸν χαράξας Μωσῆς...

ᾨδὴ γ΄.Ὁ στερεώσας κατ' ἀρχάς.

Ὅλον τὸν πόθονπρὸς Χριστόν, ἀπὸ νεότητος ἔχων, Ἱεράρχης θεοφόρος ἐδείχθης, ἐν ἐσχάτοις τοῖς καιροῖς,Νεκτάριε μακάριε, τοῖς ἴχνεσι τῶν πάλαι, Ἁγίων Πάτερ ἑπόμενος.

Ἰαματόβρυτος πηγή,τῇ θεϊκῇ ἐπομβρίᾳ, ἡ σορὸς τῶν σῶν Λειψάνων ὁρᾶται· ὧν τὴν ἀνακομιδήν, τὴν ἐκ τοῦτάφου μέλποντες, ἑόρτιόν σοι αἶνον, πάτερ Νεκτάριε ᾄδομεν.
Σαρκὸς νεκρώσαςτάς ὁρμάς, τῇ ζωηφόρω νεκρώσει, ζωῆς θείας κληρονόμος ἐδείχθης, καί, τὰ θεῖά σουὀστᾶ ὡς θησαυρὸν πολύτιμον, τῆς θείας ἐνεργείας, ἡμῖν Νεκτάριε δέδωκας.

Λάμψας τοῦ βίουτῇ νυκτί, ὡς φαεινὸς ἑωσφόρος, καταυγάζεις τῶν θαυμάτων τῇ αἴγλῃ τάς καρδίας τῶνπιστῶν, τῶν προσκυνούντων Ἅγιε, τῶν σῶν σεπτῶν Λειψάνων, σορὸν τὴν θείαν Νεκτάριε.

Θεοτοκίον.

Ἐκ τῶν αἱμάτωνσου Ἁγνή, φορέσας ὁ Θεὸς Λόγος, τῆς σαρκὸς τὸ περιβόλαιον Κόρη, διπλοῦς ὤφθη ἐπὶγῆς, Θεὸς ὁμοῦ καὶ ἄνθρωπος, ἀνερμηνεύτῳ τρόπῳ, καὶ πάντα κόσμον διέσωσε.
Καταβασία,Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου...

Κάθισμα.Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοὺς ἑορτάζονταςπιστῶς Ἱεράρχα, τῶν σῶν Λειψάνων τὴν ἁγίαν ἡμέραν, καὶ ὡς Θεοῦ θεράποντα τιμῶντέςσε, σκέπε ταῖς πρεσβείαις σου, ἀπὸ πάσης ἀνάγκης, πειρασμῶν ἐκλύτρωσιν, καὶ πταισμάτωντὴν λύσιν, παρὰ Θεοῦ αἰτούμενος ἡμῖν, θαυματοφόρε, Νεκτάριε ὅσιε.

Θεοτοκίον.

Τῇ προστασίᾳ σουἉγνὴ Θεοτόκε, τοὺς καταφεύγοντας ἐξ ὅλης καρδίας, τῆς τοῦ ἐχθροῦ μανίας ἀπολύτρωσαι·δίδου δὲ βοήθειαν, τοῖς ἐν θλίψεσιν οὖσιν, ὡς Μήτηρ φιλεύσπλαγχνος, τοῦ τῶν ὅλωνΔεσπότου, καὶ τῆς μελλούσης δόξης καὶ χαρᾶς, ἡμᾶς μετόχους, Παρθένε ἀνάδειξον.

ᾨδή δ'Σύ μου ἰσχύς.

Ἱεραρχῶν, νέονἐδείχθης ἀγλάϊσμα, Ἱεράρχα, ὅσιε Νεκτάριε, ἐν ὁσιότητι ἀληθεῖ, καὶ δικαιοσύνῃ, καὶτῇ τῶν τρόπων χρηστότητι, κοσμήσας σου τὸν βίον, ἐκβοῶν τῷ Κυρίῳ· τῇ δυνάμει σουδόξα Φιλάνθρωπε.

Ψυχῶν σοφέ, ἀπαλλαγὴἐκ τοῦ χείρονος, ὄντως ὤφθη, ἐν τοῖς Λειψάνοις σου, χάρις σκηνοῦσα ἡ θεϊκή· ἡ γὰρπρῴην πόρνη, τῇ μετανοίᾳ κεκάθαρται, ἡνίκα παραδόξως, ἐκ τοῦ τάφου σου Πάτερ, θαυμαστὴεὐωδία ἐκκέχυται.

Ἁγιασμόν, καὶ σωτηρίανκαὶ ἴασιν, τὰ ὀστᾶ σου, Πάτερ ἀναβλύζοντα, ἀνεκομίσθησαν εὐλαβῶς, καὶ ἐν τῇ Μονῇσου, ὡς θησαυρὸς ἀπετέθησαν· οἷς πίστει προσιόντες, οἱ πιστοὶ πανταχόθεν, εὐφροσύνηςπληροῦνται Νεκτάριε.

Νόσοι δειναί, τῇἐπικλήσει σου Ἅγιε, ἐξιῶνται, Πνεύματος τῇ χάριτι· ὅθεν θαυμάτων σου τῶν πολλῶν,ὁ φθόγγος εἰς πᾶσαν, τὴν γῆν ἐξῆλθε Νεκτάριε, καὶ πᾶς ὁ τὴν σὴν κλῆσιν, προσφωνῶντὴν θερμήν σου, προστασίαν εὑρίσκει ἐπίκουρον.

Θεοτοκίον.

Ὅλος ἐν σοί, ἀνερμηνεύτωςἐσκήνωσεν, ὁ ἐν κόλποις, τοῦ Πατρὸς ὡς σύνθρονος, Υἱὸς ὑπάρχων καὶ συμφυὴς, καὶσαρκὸς Παρθένε, μετειληφώς τε καὶ αἵματος, διπλοῦς ἐκ σοῦ ἐτέχθη, ἐν μιᾷ ὑποστάσει,τοῦ Ἀδὰμ ἀνορθῶν τὸ ὀλίσθημα.
Καταβασία.Εἰσακήκοα Κύριε…

ᾨδή ε'.Ἵνα τί με ἀπώσω;

Ἱλαστήριον ὥσπερ,ἡ τιμία θήκη σου πρόκειται ἅπασι, τοῖς προσερχομένοις, καὶ τὴν σὴν ἐξαιτοῦσι βοήθειαν,ἢν ἀπαύστως δίδου, Νεκτάριε θαυματοφόρε, ἀφανίζων ἐχθροῦ τὰ βουλεύματα.

Σωτηρίας λιμένα,ἡ ἁγία Μάνδρα σου ἔχει σε Ἅγιε, καὶ τοῖς σοῖς Λειψάνοις, ἀκλυδώνιστος σῴζεται πάντοτε,πάσης τρικυμίας τῆς ἐν τῷ βίῳ καὶ ἀνάγκης, τὰ πολλά σου κηρύττουσα θαύματα.

Ὥσπερ δόματα θεῖα,πανταχοῦ δεδώρηνται ἐκ τῶν Λειψάνων σου, πίστει ἀδιστάκτῳ, θεοφόρε Νεκτάριε τμήματα,πᾶσαν τὴν Ἑλλάδα, καὶ πᾶσαν ἄλλην χώραν Πάτερ, ἁγιάζοντα Πνεύματος χάριτι.

Νέον ἄστρον ἐφάνης,ἐν τοῖς ζοφεροῖς τούτοις χρόνοις Νεκτάριε, τοῦ Εὐαγγελίου, ἀπαυγάζων τὸ φῶς τὸ ἀνέσπερον·ἔνθεν θεοφόρε, τῶν σῶν θαυμάτων τῇ δυνάμει, Ὀρθοδόξων εὐφραίνεις τὸ πλήρωμα.

Θεοτοκίον.

Ἐσαρκώθη ὡς οἶδεν,ὁ ἀπεριόριστος φύσει Θεότητος, ἐκ τῶν σῶν αἱμάτων, καὶ ἐφάνη τῷ κόσμῳ ὡς ἄνθρωπος,Κεχαριτωμένη· ὅθεν ὑμνοῦμέν σου τὴν δόξαν ὅτι Μήτηρ Θεοῦ ὤφθης ἄχραντος.
Καταβασία.Ὦ τρισμακάριστον ξύλον...

ᾨδὴ ς'.Ἰλάσθητί μοι Σωτήρ.

Κειμήλιον ἱερόν,καὶ ὄλβον Πάτερ οὐράνιον, ἡ Μάνδρα σου ἡ σεπτή, τὴν ἁγίαν Κάραν σου, κατέχουσα γάνυται,τῇ ἀεὶ ἐκ ταύτης, προϊούσῃ θείᾳ χάριτι.

Τὸ νέκταρ τὸ μυστικόν,ἐν τῇ ψυχῇ σου δεξάμενος, Νεκτάριε ἱερέ, πηγάζεις ἑκάστοτε, γλυκασμὸν χρηστότατος,τοῖς προσερχομένοις, τῇ σορῷ τῇ τῶν Λειψάνων σου.

Αἰγίνης χαίρειἐν σοί, ἡ νῆσος πάτερ Νεκτάριε, πλουτήσασα ἐκ Θεοῦ, ὡς δῶρον οὐράνιον, τὰ θεῖά σουΛείψανα, ὧν τοῖς θαυμασίοις, καυχωμένη μακαρίζει σε.

Ῥυσθῆναι πάσης ὀργῆς, Χριστὸν ἱκέτευε Ὅσιε, τοὺς προσιόντας πιστῶς, τῇ θείᾳ πρεσβείᾳ σου, καὶ τυχεῖνΝεκτάριε θεϊκοῦ ἐλέους, καὶ τῶν θείων ἀπολαύσεων.

Θεοτοκίον.

Ἱκέτευε ἐκτενῶς,τὸν σὸν Υἱον καὶ Θεὸν ἡμῶν, Θεογεννῆτορ Ἁγνή, κινδύνων καὶ θλίψεων, καὶ πάσης κακώσεως,ἡμᾶς λυτρωθῆναι, τοὺς προστρέχοντας τῇ σκέπῃ σου.
Καταβασία· Νοτίου θηρὸς ἐν σπλάγχνοις...

Κοντάκιον.Ἦχος δ΄ Ἐπεφάνης σήμερον.

Τῶν σεπτῶν Λειψάνωνσου τὴν ἐκ τοῦ τάφου, κομιδήν γεραίροντες, Νεκτάριε θαυματουργέ, εὐσεβοφρόνως βοῶμένσοι· χαίροις Πατέρων ἐν πᾶσιν ἰσότιμε.

Ὁ Οἶκος.

Ὡς ὀσμὴ ἀγροῦ πλήρουςΝεκτάριε, ἡ ὀσμὴ τῶν ἁγίων Λειψάνων σου, ὡς ἔφη πάλαι Ἰσαάκ, ἐπευλογῶν τὸν Ἰακὼβ·σὺ γὰρ ὅλος καθαγιασθείς, τῇ ἐναρέτῳ ζωῇ ἁγιότητος ὤφθης σκεῦος ἐκλεκτόν, καὶ τῶνπάλαι Ἁγίων ἰσότιμος καὶ κοινωνός· διὸ καὶ ἡ σορὸς τῶν σῶν σεπτῶν Λειψάνων, κιβωτὸςἁγιάσματος πᾶσι πρόκειται, τῇ τοῦ Παναγίου Πνεύματος ἐπιφοιτήσει, καθαγιάζουσα τοὺςπροσερχομένους, καὶ θεραπεύουσα νόσους ἀνιάτους, καὶ νέμουσα καινισμὸν μετανοίας,πεπαλαιωμέναις ψυχαῖς τῇ ἁμαρτίᾳ· ὧν τὴν σεπτὴν ἀνακομιδὴν ἐορτάζοντες, τὰ σὰ θαυμάσιαεὐσήμως κηρύττομεν, καὶ εὐσεβοφρόνως βοῶμέν σοι· χαίροις Πατέρων ἐν πᾶσιν ἰσότιμε.

Συναξάριον.

Τῇ γ' τοῦ αὐτοῦμηνός, τὴν ἀνακομιδὴν ἑορτάζομεν τῶν τιμίων Λειψάνων τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν ΝεκταρίουἘπισκόπου Πενταπόλεως τοῦ θαυματουργοῦ, γενομένην ἐν ἔτει σωτηρίῳ 1953.

Ἐκ γῆς τὰ σὰ Λείψαναφανὲντα Πάτερ, πᾶσι φαίνουσι τὴν κεκρυμμένην χάριν.
Τριτίῃ, Νεκταρίοιογῆθεν ὀστέα φαάνθη.

Οὗτος ὁ νέος λαμπρὸςτῆς Ἐκκλησίας ἀστήρ, ὁ θαυμάτων δυνάμεσι παραδόξως παρὰ Θεοῦ δοξασθείς, κεκοίμηταιτῇ θ' Νοεμβρίου μηνός, τοῦ σωτηρίου ἔτους 1920, ὡς διεξοδικῶς περὶ αὐτοῦ ἱστόρηταικατὰ τὴν μνήμην τῆς πρὸς Θεὸν αὐτοῦ ἐκδημίας. Σήμερον ἑορτάζομεν τὴν ἐκ τοῦ τάφουἀνακομιδὴν τῶν ἁγίων καὶ θαυματοβρύτων αὐτοῦ Λειψάνων, ἥτις ἐγένετο ἐν ἔτει χιλιοστῷἐνακοσιοστῷ πεντηκοστῷ τρίτῳ, τῇ γ' τοῦ μηνὸς Σεπτεμβρίου, ἀρχιερατεύοντος τοῦ ΜητροπολίτουὝδρας, Σπετσῶν καὶ Αἰγίνης Προκοπίου, παρεστώτων τοῦ τε ἀρχιερέως πρῴην Ἠλείας Ἀντωνίου,τῶν τῆς νήσου Ἀρχῶν, τῶν τε Μοναζουσῶν σὺν τῷ ἱερῷ Κλήρῳ, καὶ τοῦ τῆς Ἐπικρατείαςσυμβούλου.

Πάντων οὖν τούτωνπαρισταμένων, ἠνέῳκται ὁ τάφος· αὐτίκα δὲ ἄρρητος ἐξέδραμε καὶ διακκέχυται εὐωδία,ὡς ὀσμὴ μύρων πολλῶν ἐν τῷ ἀέρι χεομένων· ὁσίαις δὲ χερσὶν ἀνακομισθέντα ἐκεῖθεντὰ τοῦ Ἁγίου τίμια Λείψανα καὶ πολυτίμοις θήκαις ἐναποτεθέντα, κατετέθησαν τῇ εὐαγεῖαὐτοῦ Μονῇ ὡς θησαυρὸς ἀκένωτος τῆς θείας χάριτος καὶ ἀδαπάνητον ἰατρεῖον πολυειδῶννοσημάτων καὶ πόνων καὶ θλίψεων. Πλεῖστα δὲ μέρη καὶ πόλεις ἠξιώθησαν ἔχειν τμήματαἐκ τῶν σεπτῶν τούτου Λειψάνων, πρὸς ἁγιασμὸν τῶν πιστῶν καὶ θεραπείαν τῶν ἀσθενῶν,καὶ ἄπειρα θαύματα ἐνήργησε καὶ ἐνεργεῖ ὁ μέγας οὗτος καὶ ἡγιασμένος πατήρ, καὶπανταχοῦ προφθάνει, διασῴζων τοὺς καλοῦντας αὐτὸν ὡς ἡ περὶ αὐτοῦ ἐν πλάτει διέξεισιδέλτος.

Ταῖς αὐτοῦ πρεσβείαιςκαὶ πάντων σου τῶν Ἁγίων, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ',Θεοῦ συγκατάβασιν.

Εἰς πᾶσαν ἐξεδραμε,τὴν οἰκουμένην πάτερ Νεκτάριε, τῶν πολλῶν σου θαυμάτων, ὁ θεῖος φθόγγος καὶ πάντεςσπεύδουσι, τοῖς Ἱεροῖς σου Λειψάνοις κραυγάζοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρωνἡμῶν.

Αἰγίνης οἱ κάτοικοι,τῇ σοὶ δοθείσῃ πλουσίᾳ χάριτι, ἐπαγάλλονται Πάτερ, ὅτι προστάτην θερμόν σε κέκτηνται,μετὰ τὸν θεῖον σοφὲ Διονύσιον μεθ΄ οὗ δυσώσει Χριστόν, ὑπὲρ τῆς νήσου ἡμῶν.

Ἰάματα ἄφθονα,οἱ ἀσθενοῦντες δεῦτε ἀντλήσατε, ἐκ σοροῦ τῆς ἁγίας, τοῦ Νεκταρίου τοῦ πᾶσι νέμοντος,ἁγιασμὸν καὶ ὑγείαν καὶ ἔλεος, τοῖς προσιοῦσι πιστῶς, τῇ ἀντιλήψει αὐτοῦ.

Ναὸς ὤφθης ἔμψυχοςτῆς Παναγίας Τριάδος Ἅγιε, καὶ ναῷ σου ἁγίῳ, ἐναποκείμενα τὰ σὰ Λείψανα, τῆς αἰωνίουζωῆς ὑπεμφαίνουσι, Νεκτάριε ἱερέ, τὰς μυστικὰς ἀμοιβάς.

Θεοτοκίον.

Ὁλόφωτον σκήνωμα,τοῦ Φωτοδότου καὶ ΙΙαντοκράτορος Φωτοτόκε Παρθένε, τὴν σκοτισθεῖσαν ψυχήν μου φώτισον,μαρμαρυγαῖς τῆς ἐν σοὶ ἀγαθότητος, καὶ ζοφερᾶς τοῦ ἐχθροῦ, ἀπάλλαξόν με φθορᾶς.
Καταβασία.Ἔκνοον πρόσταγμα...

ᾨδὴ η'.Ἑπταπλασίως κάμινον.

Σθένος λαβὼν οὐράνιον,Ἱεράρχα Νεκτάριε, ὤφθης ἐναρέτου βίου ὑποτύπωσις, ἐσχάτοις ἐν ἔτεσι, τοῖς ἴχνεσινἑπόμενος, τῶν ἐν ἐγκρατείᾳ, καὶ ἀσκήσει ὁσίᾳ, Θεὸν θεραπευσάντων, μεθ΄ ὧν καὶ ἀναμέλπεις·Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Γέγονετῶν Λειψάνων σου ἡἐ κτάφου ἐκκόμισις,ἑορτῆς ἁγίας τοῖς πιστοῖς ὑπόθεσις·ἐνᾗ συνελθόντες σε, γεραίρομεν Νεκτάριε, καὶ περικυκλοῦντες, τὴν ἁγίαν σορόν σου, λαμβάνομεν ἐκ ταύτης, ψυχικὴν εὐφροσύνην, καὶ θείαν εὐλογίαν, καὶ λύσιν ἀθυμίας.
Εἰς πᾶσαν γῆν καὶ θάλασσαντῶν θαυμάτων σουἍγιε, ἡ πληθὺς βοᾶται καὶ λαμπρῶς κηρύττεται· ἐντεῦθεν συρρέουσι, τῇ θήκῃ τῶν Λειψάνων σου, στίφη εὐσεβῶν, καὶ ἐξ αὐτῶν πᾶσαν χάριν, καὶ ὄνησιν καρποῦνται, Χριστὸν δοξολογοῦντες, τὸν δείξαντά σε Πάτερ, δεδοξασμένον ἄρτι.
Ῥόδακαθά περεὔοσμα, τὰ σὰ τίμια Λείψανα, ἡνίκα ἠνοίγη ὁ τάφος σου ὤφθησαν, ὀσμὴν τὴν οὐράνιον, τοῖς πᾶσι διαπνέοντα, ὧν τὴν κομιδήν, ἐπιτελοῦντες βοῶμεν· Παθῶν ἀκαθαρσίας, καὶ νόσων δυσωδίας, ῥύου τοὺς σὲ τιμῶντας, Νεκτάριε θεόφρον.

Θεοτοκίον.

Ἀνερμηνεύτως τέτοκας, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, τὴν βροτείαν φύσιν ἐκ σοῦ ἐνδυσάμενον, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἡμᾶς ἀνακαινίζοντα, πλούτῳ εὐσπλαγχνίας, Θεοτόκε Παρθένε· διὸ παλαιωθέντα, πολλαῖς με ἁμαρτίαις, ἐγκαίνισον διδοῦσα, ἐπιστροφὴν τελείαν.
Καταβασία.Εὐλογεῖτε Παῖδες...

ᾨδη θ'.Ἐξέστη ἐπὶ τούτῳ.

Σκηνώσας ἐν ταῖςἄνω θείαις αὐλαῖς, Ἱεράρχα Νεκτάριε ὅσιε, σὺν τοῖς χοροῖς, πάντων τῶν Ἁγίων περιφανῶς,τὸ ἱερόν σου Λείψανον, δέδωκας τοῖς τέκνοις σου πατρικῶς, ὡς στήλην γεγραμμένην,τῶν πρὸς ἡμᾶς σου Πάτερ, εὐλογιῶν χάριν τὴν ἄφθονον.

Ἰδόντες σου τὰΛείψανα τὰ σεπτά, πλήρη χάριτος πάτερ Νεκτάριε, κροκκοβαφῆ, καὶ ἡγιασμένα παρὰ Θεοῦ,χαρᾶς καὶ κατανύξεως, πάντες ἐπληρώθησαν ἀληθῶς, οἱ ταῦτα ἐκ τοῦ τάφου, κομίσαντεςὁσίως, καὶ τὸν Σωτῆρα ἐμεγάλυναν.

Μονὴν σου Ἱεράρχατὴν εὐαγῆ, ἣν ἱδρῶσι καὶ πόνοις συνέστησας, σκέπε ἀεί, ταῖς σαῖς προστασίαις ταῖς θαυμασταῖς, καί, ἅπασαν τὴν Αἴγιναν, ἄνωθεν εὐλόγει ὡς συμπαθής· ἰδοὺ γὰρ τοῖς σεπτοῖςσου, προσπίπτομεν Λειψάνοις, καὶ σὲ γεραίρομεν Νεκτάριε.

Ὁ νέος ἐν Ἁγίοιςλαμπρὸς ἀστήρ, Ὀρθοδόξων τὸ μέγιστον καύχημα, Πάτερ σοφέ, δέξαι μου τῶν ὕμνων τὴν προσφοράν· τολμήσας γὰρ πρὶν ᾔνεσα, τὴν σὴν ἐκδημιαν πρὸς τὸν Θεόν, νῦν μέλπων τῶν Λειψάνων, τῶν θείων σου τὴν μνήμην, τὴν σὴν αἰτῶ θερμὴν ἀντίληψιν.

Θεοτοκίον.

Ὑψίστου ἐνδιαίτημαφωταυγές, τοῦ Δεσπότου καθέδρα ὑπέρλαμπρε, Μῆτερ Θεοῦ, μόνη Παντευλόγητε Μαριάμ,Παρθένε Θεοχώρητε, δεῖξόν με χωρίον χωρητικόν, τῆς θείας ἐπιπνοίας, δι΄ ἐναρέτουβίου, τοῦ προελθόντος ἐκ λαγόνων σου.
Καταβασίαι.Μυστικῶς εἶ Θεοτόκε...
Ὁ διὰ βρώσεως τοῦξύλου...

Ἐξαποστειλάριον.Γυναῖκες ἀκουτίσθητε.

Τὴν θήκην τῶν Λειψάνωνσου περικυκλοῦντες Ἅγιε, καὶ προσπτυσσόμενοι ταῦτα, ἐν εὐλαβείᾳ καὶ πόθῳ, δοξάζομενΝεκτάριε, τὸν σὲ λαμπρῶς δοξάσαντα, θαυμάτων Πάτερ χάριτι· ὃν ἐκδυσώπει ἀπαύστως,ὑπὲρ τῶν σὲ ἀνυμνούντων.

Θεοτοκίον.

Τὸν Ποιητὴν καὶ Κύριον, ἀφράστως σωματώσασα, τῶν οὐρανῶν πλατυτέρα, ὤφθης Ἁγνὴ Θεοτόκε· διὸ ἡμᾶςστενώσεως, παθῶν ποικίλων λύτρωσαι, καὶ τῆς χαρᾶς ἀξίωσον, τῆς οὐρανίου Παρθένετῇ μητρικῇ σου πρεσβείᾳ.

Εἰς τοὺς Αἴνους. Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχοςα΄. Πανεύφημοι Μάρτυρες.

Πάτερ Νεκτάριε ζωῆς, αἰωνίου μέτοχος, τῇ καθαρῇ πολιτείᾳ σου, καὶ ἰσοστάσιος, τῶν Ἁγίων πέλων,νέκταρ βλύζεις ἄϋλον, ἡμῖν ἐκ τῶν τιμίων Λειψάνων σου, ὧν ἑορτάζοντες, τὴν ἐκ τάφου ἀνακόμισιν, ἀνυμνοῦμεν, τὸν σὲ θαυμαστώσαντα.

Πάτερ Νεκτάριετὰ σά, Λείψανα τῇ χάριτι, ἡγιασμένα τοῦ Πνεύματος, ὡς ἄνθη εὔοσμα, ὤφθησαν ἐκ τάφου,καὶ ἀεὶ πηγάζουσιν, ἰάσεις τοῖς πιστῶς προσπελάζουσι, καὶ ἀπελαύνουσι, τῶν δαιμόνωντὴν ἐπήρειαν· διὰ τοῦτο, πάντες σὲ γεραίρομεν.

Πάτερ Νεκτάριεἡ σή, χάρις ἡ θεόσδοτος, διαβεβόηται ἅπασι, τῆς γῆς τοῖς πέρασι· πάντας γὰρ προφθάνεις,τοὺς πιστῶς καλοῦντας σε, κινδύνων τε καὶ πόνων λυτρούμενος· διὸ τὰ πάνσεπτα, προσπτυσσόμενοίσου Λείψανα, ἀνυμνοῦμεν, τὸν σὲ θαυμαστώσαντα.

Πάτερ Νεκτάριεἡ σή, Μάνδρα ἐπαγάλλεται, τοῖς μυριπνόοις Λειψάνοις σου, καὶ τὰ σὰ θαύματα, ἅπασικηρύττει, ἡ δὲ νῆσος Αἴγινα, καυχᾶται, τῇ θερμῇ προστασίᾳ σου, Ἑλλὰς δὲ ἅπασα, μακαρίζειθείοις ὕμνοις σε, ἐντρυφῶσα, τῶν σῶν ἀντιλήψεων.

Δόξα. Ἦχος πλ. δ'.

Ἀρχιερέων καλλονή,ἐν τῇ καθ’ ἡμᾶς γενεᾷ δι’ ἀρετῶν λαμπρότητος, ὤφθης Ἱεράρχα Νεκτάριε· διὸ ἡ Ἐκκλησίατοῦ Χριστοῦ, καυχωμένη τῇ δόξῃ σου, ὡς πάλαι Ἰσραὴλ τοῦ Ἰωσὴφ τὸ σῶμα, τῶν σῶν Λειψάνωντὴν σορὸν, τιμαῖς ὁσίαις περιβάλλει, καὶ εὐλαβῶς κατασπάζεται· καὶ τὴν ἐξ αὐτῶνπροϊοῦσαν χάριν καρπουμένη, βοᾷ σοι Ἅγιε· Ὡς ἔχων παρρησίαν πρὸς Κύριον, ἀδιαλείπτωςπρέσβευε, τὴν καλὴν ὁμολογίαν τηρεῖν ἀλώβητον, καὶ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὰ οὐράνια ὑμνεῖσε Κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν τὴν ἀνεξιχνίαστόν σου γέννησιν·Θεοτόκε πρέσβευε, σωθῆναι τάς ψυχὰς ἡμῶν.
Δοξολογίαμεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνοςτοῦ Ἁγίου ἡ γ' καὶ ς' ᾠδή.

Ἀπόστολος καὶ Εὐαγγέλιον τὰ τῆς θ' Νοεμβρίου.(Ζήτει τὸν Ἀπόστολον τῇ ιβ'Δεκεμβρίου ἁγίου Σπυρίδωνος, τὸ δὲ Εὐαγγέλιον τῇ ι΄Ἰανουαρίου ἁγίου Γρηγορίουἐπισκόπου Νύσσης.)

Κοινωνικόν.
Εἰς μνημόσυνοναἰώνιον.

Μεγαλυνάριον.
Χάρινἀναβλύζονταδαψιλῆ, ὤφθησαν ἐκ τάφου, τὰ σὰ Λείψανα τὰ σεπτά, Νεκτάριεπάτερ, οἷς πίστει προσιόντες, λαμβάνομεν ὑγείαν, ψυχῆς καὶ σώματος.

Διάστιχον.
Γεράσιμος πρὶν θεῖον ὕμνον σοι ᾖσε· καὶ νῦν Πάτερ ᾄδει σορῷ σου τῇ θείᾳ.

Πηγή: akolouthies-agion

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου