Δευτέρα 16 Σεπτεμβρίου 2013

Αγια Σοφια & οι 3 θυγατερες της


Στις 17/09/2013 εορτάζουν:

Αγία Σοφία και οι τρεις θυγατέρες της Πίστη, Ελπίδα και Αγάπη
Αγία Αγαθόκλεια
Άγιοι Μάξιμος, Θεόδοτος και Ασκληπιοδότη
Αγία Λουκία η χήρα και Γεμινιανός ο γιος της...
Αγία Θεοδότη «της εν Νίκαια»
Άγιοι Πηλέας και Νείλος Ιερομάρτυρες και Επίσκοποι
Άγιοι Πατερμούθιος και Ηλίας οι ένδοξοι
Άγιοι Εκατό Μάρτυρες οι Αιγύπτιοι
Άγιοι Πενήντα Μάρτυρες από την Παλαιστίνη
Άγιοι Χαράλαμπος, Παντολέων και η συνοδεία τους
Άγιοι Ηρακλείδης και Μύρων επίσκοποι Ταμάσου της Κύπρου
Όσιος Αναστάσιος ο θαυματουργός «ὁ ἐν Κύπρῳ»
Άγιος Ευξίφιος.

Πηγή: Απολυτίκια

Ὡς ἐλαία κατάκαρπος ἀνεβλάστησας ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, Σοφία μάρτυς σεμνὴ καὶ προσήγαγες Χριστῷ καρπὸν ἡδύτατον τοὺς τῆς νηδύος σου βλαστούς, δι' ἀγώνων εὐαγῶν, Ἀγάπην τε καὶ Ἐλπίδα σὺν τῇ θεόφρονι Πίστει· μεθ' ὧν δυσώπει ὑπὲρ πάντων ἡμῶν.

Ἕτερον Ἀπολυτίκιον
Χαίρει ἔχουσα ἡ Ἐκκλησία, σὲ καὶ τέκνα σου καύχημα θεῖον, καὶ γηθοσύνως εὐφημεῖ σε κραυγάζουσα. Σύ μου ὑπάρχεις τὸ καύχημα, καὶ τῶν σῶν τέκνων τὰ πάντιμα λείψανα, μάρτυρες ἔνδοξοι, Σοφία, Πίστις, Ἐλπὶς καὶ Ἀγάπη, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Σοφία ἐκθρέψασα, κατὰ τὴν κλῆσιν σεμνή, τᾶς τρεῖς θυγατέρας σου, ταύτας προσάγεις Χριστῷ, ἀθλήσεως σκάμασιν ὅθεν τῆς ἄνω δόξης, σὺν αὐταὶς κοινωνοῦσα, πρέσβευε τῷ Σωτήρι, καλλιμάρτυς Σοφία, δοῦναι τοὶς σὲ τιμώσι, χάριν καὶ ἔλεος.

Κοντάκιον
Ἦχος α’. Χορὸς ἀγγελικὸς.
Σοφίας τῆς σεμνῆς, ἱερώτατοι κλάδοι, ἡ Πίστις καὶ Ἐλπίς, καὶ Ἀγάπη δειχθεῖσαι, σοφίαν ἀπεμώραναν, τῶν Ἑλλήνων ἐν χάριτι, καὶ ἀθλήσασαι, καὶ νικηφόροι φανεῖσαι, στέφος ἄφθαρτον, παρὰ τοῦ πάντων Δεσπότου, Χριστοῦ ἀνεδήσαντο.

Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Τὰς ψυχὰς δεσμευθεῖσαι πόθω Χριστοῦ, τῶν φθαρτῶν καὶ προσκαίρων τὴν καλλονήν, ἐν λήθῃ παρεδραμετε, ὡς τοῦ Λόγου μαθήτριαι, ἀσκητικῶς τὸ πρῶτον, τὰ πάθη νεκρώσασαι, καὶ ἀλγειναὶς βασάνοις, στερρῶς ἐναθλήσασαι, ὅθεν ὁ Δεσπότης, τῆς διπλῆς μαρτυρίας, στεφάνους ἐδωρήσατο, καὶ νυμφῶνος ἠξίωσε, Παμμακάριστοι Μάρτυρες, πρεσβεύσατε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοὶς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην ὑμῶν.

Ὁ Οἶκος
Ὅτε εἰς πάντα τὰ πέρατα, τὸ ἀθέμιτον ἐξελήλυθε πρόσταγμα, θύειν εἰδώλοις καὶ σπένδεσθαι, καὶ βωμοὺς δαιμόνων, καὶ ναοὺς εὐτρεπίζεσθαι, πρὸς ἀνθρώπων ἀπώλειαν, τότε αἱ πανεύφημοι καὶ καλλιπάρθενοι, ὡς ἀστέρες ἐξέλαμψαν, ζόφον ἀθεϊας καὶ ἀγνωσίας ἐλαύνουσαι, καὶ φέγγος εὐσεβείας ἐν ταῖς καρδίαις τῶν πιστῶν ὑπανάπτουσαι, τρανῶς ἀνεβόων, Θεὸς μέγιστός ἐστιν ὁ σταυρωθεὶς βουλήματι, καὶ ἀναστὰς τριήμερος, ἐν ὧ καὶ καυχώμεθα, ὅθεν καὶ ἐπαξίως, στέφος ἄφθαρτον παρὰ Χριστοῦ ἀνεδήσαντο.

Ἀπολυτίκιον
Ἦχος α’.
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος καὶ θαυματουργὸς ἀνεδείχθης, Θεοφόρε πατὴρ ἠμῶν Ἀναστάσιε. νηστεία, ἀγρυπνία, προσευχή, οὐράνια χαρίσματα λαβῶν, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τᾶς ψυχᾶς τῶν πίστει προστρεχόντων σοί. Δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ πάσιν ἰάματα.
Δείτε περισσότερα
(3 φωτογραφίες)
 
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου