Τρίτη 17 Σεπτεμβρίου 2013

οσιος ευμενιος

 
Στις 18/09/2013 εορτάζουν:

Όσιος Ευμένιος ο θαυματουργός, επίσκοπος Γορτύνης
Αγία Αριάδνη
Όσιος Ρωμύλος...
Αγίες Σοφία και Ειρήνη
Άγιος Κάστωρ
Άγιος Ιλαρίων της Όπτινα.

Νηστεία.

Πηγή: Απολυτίκια

Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Ταχὺν προμηθέα σέ, καὶ ἀρωγὸν εὐμενῆ, κεκτήμεθα Ὅσιε ὡς τοῦ Χριστοῦ μιμητήν, Εὐμένιε ἔνδοξε, σὺ γὰρ ἀναβλυστάνων, συμπαθείας τὰ ρεῖθρα, βρύεις τὴ Ἐκκλησία, Ἰαμάτων πελάγη. Ἀλλὰ καὶ τοὶς τιμώσι σέ, σκέπη γενήθητι.

Κοντάκιον
Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Φωτὶ θεϊκῶ, ἑλλαμφθεῖς παμμακάριστε, φωτίζεις ἠμᾶς, τοὺς πόθω ἀνυμνοῦντάς σου, τὴν σεπτὴν καὶ ἔνδοξον, καὶ ἁγίαν Πάτερ μετάστασιν, Ἱεράρχα Εὐμένιε, πρεσβεύεις γὰρ ἀπαύστως ὑπὲρ ἠμῶν.

Κάθισμα
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ὀρθοδόξοις ἐμπρέπων Πάτερ διδάγμασι, τὰς ζοφώδεις αἱρέσεις πάσας ἐμείωσας, καὶ θαυμάτων αὐτουργὸς δειχθεὶς Εὐμένιε, περιβόητος παντί, προμηθείᾳ θεϊκῇ, ἐγένου· ὅθεν σε πίστει, τιμῶμεν ὡς Ἱεράρχην, καὶ τῶν Ἀγγέλων ὁμότιμον.

Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος δ'. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Τὴ τοῦ Χριστοῦ κυβερνωμένη παλάμη, οὐκ ἐδουλώθης τὴν ψυχὴν Ἀριάδνη, ἀλλὰ ἐλευθέρα γνώμη ἠνδραγάθησας, πᾶσαν γὰρ ἐπίνοιαν, τοῦ ἐχθροῦ καθελοῦσα, στέφος χαριτόπλοκον, ἐκ Θεοῦ ἐκομίσω, ὃν ἐκδυσώπει Μάρτυς ἐκτενῶς, ἐλεηθήναι, τοὺς σὲ μακαρίζοντας.

Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τῆς ζωῆς ποθήσασα, τὴν ζωοπάροχον πέτραν, ἀκλινὴς διέμεινας, τῇ τοῦ δολίου μανίᾳ· πέτρα δέ, διαρραγεῖσά σε δεξαμένη, ἥρμοσε, τῷ ἀθανάτῳ Μάρτυς Νυμφίῳ· ὃν δυσώπει Ἀριάδνη, ἡμῖν δοθῆναι πταισμάτων ἄφεσιν.
Δείτε περισσότερα

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου