Κοντάκιον. Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ διανοίξας οὐρανοὺς κεκλεισμένους, ἐν οὐρανῷ περιφανεῖς τὰς ἀκτῖνας,ἐπὶ τῆς γῆς ἀνέτειλεν ὁ ἄχραντος Σταυρός· ὅθεν οἱ τὴν ἔλλαμψιν, τῆς αὐτοῦ ἐνεργείας, δεξάμενοι πρὸς ἄδυτον, ὁδηγούμεθα φέγγος· καὶ ἐν πολέμοις ἔχομεν αὐτόν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Μεγαλυνάριον.
Ὅλος ἡλιόμορφος ὁ Σταυρός, φέγγει ἀπροσίτῳ, ἀναλάμψας ἐν τῇ Σιών, τὴν τοῦ Σταυρωθέντος, Ἀνάστασιν κηρύττει, δι’ ἧς ἐκ τῆς κακίας, πάντεςἀνέστημεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου