ΚΑΝΟΝΕΣ ΠΑΡΑΚΛΗΤΙΚΟΙ ΕΙΣ ΤΟΝ Τ. ΠΡΟΔΡΟΜΟΝ
ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΠΡΟΔΡΟΜΟ
(Ἱερέας:
Εὐλογητός….)
Ψαλμὸς ΡΜΒ 142
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθεία σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνη σου.
Καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν
σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν
ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ
πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα
ἐν πᾶσι τοὶς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ
τάς χεῖρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχὺ εἰσάκουσόν μου, Κύριε,
ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ
ὁμοιωθήσομαι τοὶς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησον μοὶ τὸ πρωὶ τὸ
ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα. Γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι
πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ μὲ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ
κατέφυγον. Δίδαξον μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμα
σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθεία. ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε ζήσεις
μέ. Ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου
ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τους θλίβοντας τὴν ψυχήν
μου, ὅτι ἐγὼ δοῦλος σου εἰμί.
(Εὐθὺς
εἰς … Ἦχον δ'.)
Θεὸς
Κύριος καὶ ἐπέφανεν ἠμὶν , εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
(τετράκις)
Τὴ Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν,
ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν ἐν μετάνοιᾳ κράζοντες ἐκ βάθους ψυχῇς.
Δέσποινα βοήθησον, ἐφ' ἡμῖν
σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ
ἀποστρέψεις σοὺς δούλους κενούς. Σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα Πατρὶ καὶ
Υἱῶ καὶ Ἁγίω Πνεύματι
Ὁ τοῦ Κυρίου μεγαλώνυμος κῆρυξ καὶ
Ἀποστόλων ἡ κρηπὶς Ἰωάννη, θεομιμήτως πάριδε Πανάγιε, ἅπαντα τὰ πταίσματα, τῆς
ἀθλίας ψυχῆς μου. Ρῦσαι ἐκ παντοίων με καὶ ποικίλων κινδύνων, καὶ τὸν κοινὸν
ἰλέωσαι Θεόν, ἶνα ἐν κρίσει παράσχει μοὶ ἄφεσιν.
Καὶ νῦν, καὶ
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τάς δυναστείας
σου λαλεῖν οἱ ἀνάξιοι. εἰμὴ γὰρ σὺ προίστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ
τοσούτων κινδύνων; τὶς δὲ διεφύλαξεν ἒως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα
ἐκ σοῦ. Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ἐλέησον μὲ ὁ
Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ
ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου
καθάρισον μέ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου
ἐστὶ διὰ παντός. Σοὶ μόνω ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν
δικαιωθῆς ἐν τοὶς λόγοις σου, καὶ νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδοὺ γὰρ ἐν
ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησε μὲ ἡ μήτηρ μου. Ἰδοὺ γὰρ
ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς
μὲ ὑσσώπω, καὶ καθαρισθήσομαι, πλυνεῖς μέ, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοὶ ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τᾶς ἀνομίας μου
ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον
ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμα σου
τὸ ἅγιον μὴ ἀντανέλης ἀπ' ἐμοῦ. Ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ
Πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ
σὲ ἐπιστρέψουσι. Ρῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου,
ἀγαλλιάσεται ἡ γλωσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις,
καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν,
ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν
συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῆ
εὐδοκία σου τὴν Σιών καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις
θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ
θυσιαστήριόν σου μόσχους.
(Ὤδη
Α'. Ἦχος Πλ. Δ'. Ὑγρᾶν διοδεύσας...)
Πρόδρομε τοῦ
Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δεινῶν μὲ χειμάζουσι λογισμοί, πρὸς σὲ
καταφεύγω, σωτηρίαν ἐπιζητών, Προφῆτα καὶ Πρόδρομε Κυρίου, ἐκ πάσης νόσου καὶ
βλάβης με λύτρωσαι.
Πρόδρομε τοῦ
Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Παθῶν μὲ ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας
ἐμπιπλῶσαι μου τὴν ψυχήν, εἰρήνευσον, Μάκαρ, ταῖς πρεσβείαις, ταῖς πρὸς Θεόν
σου, Προφῆτα καὶ σῶσον με.
Δόξα Πατρὶ καὶ
Υἱῶ καὶ Ἁγίω Πνεύματι
Τὸν γῆς καὶ θαλάσσης καὶ Οὐρανοῦ, Ποιητὴν
ἁπάντων ἀοράτων καὶ ὁρατὸν ὡς αὐτὸν βαπτίσας ἐκδυσώπει, ἐκ πάσης νόσου καὶ
βλάβης ρυσθήναι με.
Καὶ νῦν, καὶ
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῇς
θείας καὶ προνοίας τῆς παρά σου, ἀξίωσον μόνη θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τὲ
λοχεύτρια.
(Ὠδὴ
Γ'. Οὐρανίας ἁψῖδος.)
Πρόδρομε τοῦ
Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Προστασίαν καὶ σκέπην, τὴν σὴν ἀεὶ δίδου μοι,
ἐπικαλουμένω Προφῆτα, σὺ μὲ κυβέρνησον, ταὶς ἰκεσίαις σου, τὸν ἀσφαλή πρὸς
λιμένα, καὶ δεσμῶν μὲ λύτρωσαι τοῦ πολεμήτορος.
Πρόδρομε τοῦ
Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἱκετεύω, Προφῆτα, τὸν ψυχικὸν τάραχον, καὶ τάς
προσβολάς τῶν δεινῶν νόσων πάντοτε, ἐπερχομένας μοι, ἐξ ἐμοῦ, Πρόδρομε, τάχυ,
μακρὰν ἀποδίωξον ταὶς ἰκεσίαις σου.
Δόξα Πατρὶ καὶ
Υἱῶ καὶ Ἁγίω Πνεύματι
Χαλεπαῖς ἁμαρτίαις, καὶ νοσεροῖς πάθεσι,
περικλυζομένω, Προφῆτα, σὺ μοι βοήθησον, ὑπὸ τὴν σκέπην σου, ὁλοτελῶς
προσφυγόντι, καὶ θερμῶς κραυγάζοντι, σῶσον μὲ Πρόδρομε.
Καὶ νῦν, καὶ
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐεργέτην
τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πάσιν ἀνάβλυσον.
πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύι, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
Διάσωσον ἐκ
πάσης νόσου Πρόδρομέ του Σωτῆρος, τοὺς ὑπὸ τὴν σκέπην σου καταφεύγοντας, καὶ
λύτρωσαι αἰωνίων βασάνων.
Ἐπίβλεψον ἐν
εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν του σώματος κάκωσιν, καὶ ἴασαι
τῆς ψυχῆς μου τὸ ἄλγος.
(Ἱερέας:
Αἴτησις καὶ τὸ Κάθισμα.)
(Ἦχος
Δ'. Ταχὺ προκατάλαβε…)
Ὡς
θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῆ, Χριστὸς ἀπεκάλυψε, τὴν κεφαλήν σου ἡμῖν
, Προφῆτα καὶ Πρόδρομε. Πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτης εὐρέσει, ἄσμασι
θεηγόροις, τὸν Σωτῆρα ὑμνοῦμεν, τὸν σῴζοντα ἡμᾶς, ἐκ φθορᾶς, ταῖς ἰκεσίαις σου.
(Ὠδὴ
Δ'. Εἰσακήκοα Κύριε.)
Πρόδρομε τοῦ
Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τῶν παθῶν μου τὸν τάραχον, ὁ τὸν εἰρηνάρχην
βαπτίσας Κύριον, ταῖς πρεσβείαις σου κατεύνασον, καὶ εἰς γῆν πραέων μὲ
ἐνόρμισον.
Πρόδρομε τοῦ
Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Εὐσπλαχνίας τὸ πέλαγος, ὁ ἀνυποστόλως
κηρύξας ἄπασι, καθικέτευέ σου δέομαι, τῶν βασάνων ὅπως λυτρωθείημεν.
Δόξα Πατρὶ καὶ
Υἱῶ καὶ Ἁγίω Πνεύματι
Ἀπολαύοντες, Πρόδρομε, τῶν σῶν δωρημάτων σοὶ
χαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ τῆς σῆς τρυφῶντες ἀντιλήψεως.
Καὶ νῦν, καὶ
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Οἱ
ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σέ,
Πανύμνητε, δυσχέρειας πάσης ἐκλυτρούμεθα.
(Ὠδὴ
Ε'. Φώτισον ἡμᾶς.)
Πρόδρομε τοῦ
Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Πλήρωσον ἠμῶν, τάς αἰτήσεις τῶν τιμώντων σε, ὁ
τοῦ ἀδύτου τὴν ὑφήλιον, φωτὸς πληρώσας τῷ κηρύγματί σου, Πρόδρομε.
Πρόδρομε τοῦ
Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λύτρωσον ἠμᾶς, ἐκ κινδύνων Βαπτιστά τοῦ
Χριστοῦ, ὁ αἰωνίαν κηρύξας λύτρωσιν, καὶ τὴν εἰρήνην τὴν πάντα νοῦν
ὑπερέχουσαν.
Δόξα Πατρὶ καὶ
Υἱῶ καὶ Ἁγίω Πνεύματι
Λῦσον τῶν δεινῶν νοσημάτων τὴν ἀσθένειαν,
τῶν πρεσβειῶν τῶν σῶν τὴ θερμότητι, ὁ τὸν Σωτῆρα βαπτίσαι φανείς ἐπάξιος.
Καὶ νῦν, καὶ
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἳασαι
Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῇς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν ταὶς
πρεσβείαις σου παράσχου μοι.
(Ὠδὴ
ΣΤ. Τὴν δέησιν ἐκχεῶ.)
Πρόδρομε τοῦ
Θεοῦ πρέσβευε ὑπὲρ ἠμῶν.
Θανάτου καὶ τῆς φθορᾶς ἐξάρπασον, ἀφθαρσίαν
μοὶ διδοὺς ἀπολαύειν, ἐκ πειρασμῶν καὶ κίνδυνων παντοίων, καὶ ἐξ ἑφόδου τῶν
νόσων ἐξαίρων με. Δεήσεσι σαῖς Βαπτιστά, ἐν Κυρίῳ καὶ σῶσον μὲ δέομαι.
Πρόδρομε τοῦ
Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Προστάτην σε τῆς ζωῆς ἐπίσταμαι, καὶ θερμὸν ἐν
περιστάσεσι πρέσβυν, καὶ πειρασμῶν διαλύοντα νέφος, καὶ πᾶσαν νόσον καὶ βλάβην
ἐλαύνοντα καὶ δέομαι ὁ δυσμενής, ἐκ φθορᾶς τῶν παθῶν μου ρυσθήναι με.
Δόξα Πατρὶ καὶ
Υἱῶ καὶ Ἁγίω Πνεύματι
Ἐν
λάκκῳ ἁμαρτιῶν ἐμπέπτωκα, καὶ αὐτοῦ ἀναδραμεῖν οὐκ ἰσχύω. ἀλλ' ὁ Θεὸς τὸν ἐκ
λάκκου λεόντων, βαπτίσας πάλαι προφήτην ρυσάμενον, λιτάνευε ἵν ἐξ αὐτοῦ,
ἀναγάγη με, Τίμιε Πρόδρομε.
Καὶ νῦν, καὶ
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὡς
τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς
θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. ὦ Δέσποινα καὶ νῦν ἠμᾶς, τῶν
παθῶν καὶ κινδύνων διάσωσον.
Διάσωσον ἐκ
πάσης νόσου, Πρόδρομε τοῦ Σωτῆρος, τοὺς ὑπὸ τὴν σκέπην σου καταφεύγοντας, καὶ
λύτρωσαι αἰωνίων βασάνων.
Ἄχραντε, ἡ διὰ
λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς
ἔχουσα μητρικὴν παρρησίαν.
(Ὃ
Ἱερεὺς μνημονεύει ὡς ἔθος.)
(Εἴτα
τὸ Κοντάκιον. Ἦχος β'. τὰ ἄνω ζητῶν…)
Προφῆτα Θεοῦ καὶ Πρόδρομέ της χάριτος, τὴν
Κάραν τὴν σήν, ὡς ρόδον ἱερώτατον, ἐκ τῆς γῆς εὐράμενοι, τᾶς ἰάσεις πάντοτε
λαμβάνομεν. Καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.
(Καὶ
εὐθὺς τὸ Προκείμενον Ἦχος Δ'.)
Δίκαιος
ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος.
Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (29—34.)
Τῷ
καιρῷ ἐκείνῳ βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει. Ἴδε ὁ
ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτος ἔστι περὶ οὖ ἐγὼ εἶπον.
Ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτος μου ᾖν. καγώ οὐκ
ἤδειν αὐτόν. ἀλλ' ἵνα φανερωθῆ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων.
Καὶ ἐμαρτύρησεν Ἰωάννης, λέγων. Ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ
περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν. Καγῶ οὐκ ἤδειν αὐτόν, ἀλλ' ὁ
πέμψας μὲ βαπτίζειν ἐν ὕδατι, ἐκεῖνος μοὶ εἶπεν. Ἐφ' ὅν ἂν ἴδῃς τὸ Πνεῦμα
καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτος ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίω. Καγώ
ἐώρακα, καὶ μεμαρτύρηκα, ὅτι οὖτος ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.
Δόξα Πατρὶ καὶ
Υἱῶ καὶ Ἁγίω Πνεύματι
Ταῖς τοῦ Προδρόμου πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη τῶν ἐμών ἐγκλημάτων.
Καὶ νῦν, καὶ
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταὶς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη τῶν ἐμών ἐγκλημάτων.
Στίχος.
Ἐλεῆμον, Ἐλέησον με ὁ Θεός.
Ἦχος
Πλ. Β'. Ὅλην ἀποθεμένοι...)
Προφῆτα καὶ Πρόδρομε, ψυχῆς ἐμῆς θυμηδία,
δέξαι, Πανακήρατε, τὴν προσφερομένην σοι ἱκεσίαν μου, θλῖψις γὰρ ἔχει μὲ καὶ
δεινὰ παντοία, Ἰωάννη μεγαλώνυμε, σῶσον τὸν δοῦλον σου, καὶ χειρὸς τοῦ
δράκοντας με ἐξάρπασον, καὶ τούτου τῶν παγίδων νῦν, ὡς εὐσυμπαθής ἐλευθέρωσον,
πρεσβείαν προσάγων, καθὸ κοινὸς μεσίτης πρὸς Θεόν, καὶ πάσης νόσου ἐκλύτρωσαι
τὸν αὐτοκατάκριτον.
(Ἱερέας:
Σῶσον ὁ Θεὸς τὸν Λαόν σου κ. τ. λ.)
(Ὠδὴ
Ζ'. οἱ ἐκ τῆς Ἰουδαίας....)
Πρόδρομε τοῦ
Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τῆς
Ἀδὰμ ἁμαρτίας τὸ χειρόγραφον, Λόγον τὸν διαρρήξαντα, ἐν ρείθροις Ἰορδάνου
κραυγάζων ὑπεδέξω, Ἰωάννη Πανεύφημε. Ὁ τῶν Πατέρων ἠμῶν Θεὸς εὐλογητὸς εἶ.
Πρόδρομε τοῦ
Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Θελητὴν τοῦ ἐλέους, τὸν φιλάνθρωπον, Μάκαρ,
ὑπὲρ τῶν δούλων σου, δυσώπει τῶν πταισμάτων καὶ νόσων ἰοβόλων, λυτρωθῆναι τοὺς
ψάλλοντας. Ὁ τῶν Πατέρων ἠμῶν θεὸς εὐλογητὸς εἶ.
Δόξα Πατρὶ καὶ
Υἱῶ καὶ Ἁγίω Πνεύματι
Θησαυρὸν σωτηρίας καὶ γαλήνιον ὅρμον, καὶ ἐν
κινδύνοις ταχύν, προστάτην τοὶς καλοῦσιν, εἰδότες σε βοῶμεν, τὸ κλυδώνιον
στόρεσον, ἀσθενειῶν, Βαπτιστά, ταῖς ἰκεσίαις σου.
Καὶ νῦν, καὶ
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σωμάτων μαλακίας καὶ ψυχῶν ἀρρωστίας,
Θεογεννήτρια, τῶν πόθω προσιόντων τὴ σκέπη σου τῇ θεία, θεραπεύειν ἀξίωσον, ἡ
τὸν Σωτῆρα Χριστὸν ἡμῖν ἀποτεκοῦσα.
(Ὠδὴ
Η'. τὸν Βασιλέα . . .)
Πρόδρομε τοῦ
Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τοὺς βοηθείας τῆς παρά σοῦ δεομένους, μὴ
παρίδης, Προφῆτα, βοώντας, καὶ ἐξαιτουμένους τὴν σὴν ἐπιστασίαν.
Πρόδρομε τοῦ
Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τῶν
ἰαμάτων τὸ δαψιλὲς ἐπιχέεις, τοὶς πιστῶς ὑμνοῦσι σε, Προφῆτα, καὶ ἀνευφημοῦσι,
Παμμάκαρ Ἰωάννη.
Δόξα Πατρὶ καὶ
Υἱῶ καὶ Ἁγίω Πνεύματι
Τῆς
σωτηρίας τὸν ἀρχηγὸν ἱκετεύων, τὸν Χριστόν, Προφῆτα, μὴ ἐλλίπης, ὅπως ἐκ
βασάνων ρυσθῶμεν αἰωνίων.
Καὶ νῦν, καὶ
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τῶν
πειρασμῶν σὺ τάς προσβολάς ἐκδιώκεις, καὶ παθῶν τάς ἐφόδους, Παρθένε, ὅθεν σὲ
ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
(Ὠδὴ
Θ'. Κυρίως Θεοτόκον.)
Πρόδρομε τοῦ
Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ροήν μου τῶν δακρύων μὴ ἀποποίησης, ὁ ἐν
ροαῖς Ἰορδάνου τὸν πάντων Θεόν, συγκαταβάντα βαπτίσας, ὃν μεγαλύνομεν.
Πρόδρομε τοῦ
Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κακώσεως δαιμόνων, τῆς ἀδιαλείπτως ἐκπιεζούσης
Προφῆτα με λύτρωσαι, καὶ ἐπηρείας τῆς τούτων δεῖξον ἀνώτερον.
Δόξα Πατρὶ καὶ
Υἱῶ καὶ Ἁγίω Πνεύματι
Ἰσχὺς καὶ θεραπεία, τῆς ἐξ ἀκρασίας καὶ
χαλεπῆς ἁμαρτίας, Προφῆτα γενοῦ, κεκακωμένη ψυχή μου, ἵνα γεραίρω σε.
Καὶ νῦν, καὶ
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ
τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην ἐξαφανίσασα.
Μεγαλυνάρια
Ἄξιον ἐστὶν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν
Θεοτόκον, τὴν ἀειμακάριστον, καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν
Τιμιωτέρα τῶν Χερουβείμ, καὶ Ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν
ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν τὴν ὅντως Θεοτόκον σὲ μεγαλύνομεν.
Ἄγονον καὶ
ἄκαρπον τὴν ψυχήν, κέκτημαι, Παμμάκαρ, φύλλα μόνον ἄνευ καρπῶν, ἔρημον ἁπάσης
ἀγαθῆς ἐργασίας, Προφῆτα, ἀρετῶν με δεῖξον καρπούμενον.
Βαπτιστὰ καὶ Πρόδρομέ του Χριστοῦ, λύχνε
φαεσφόρε, ἱκετεύω σὲ ἐκτενῶς, λύχνον ἄναψόν μου ψυχῆς τῆς ταλαίπωρου,
ἐσκοτισμένην οὖσαν σὺ καταλάμπρυνον.
Δέομαι, Προφῆτα καὶ Βαπτιστά, μὴ με
ὑπερίδης τὸν ἀνάξιον πρεσβευτήν, καταβαπτισθέντα τοὶς πάθεσι τοῦ βίου, καὶ ἐν
βορβόρῳ ὄντα σὺ ἐξανάστησον.
Πρέσβευε Προφῆτα πρὸς τὸν Θεόν, ὑπὲρ τοῦ
λαοῦ σου καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, τῶν καταφευγόντων τῇ σκέπη σου τῇ θεία, καὶ ρῦσαι
πάσης νόσου καὶ περιστάσεως.
Δέσποινα καὶ Μήτηρ τοῦ λυτρωτοῦ, δέξαι
παρακλήσεις ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσης πρὸς τὸν ἔκ σοῦ τεχθέντα, ὦ
Δέσποινα τοῦ Κόσμου, γενοῦ μεσίτρια.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος
Ἀθάνατος, ἐλέησον ἠμᾶς. (Τρίς).
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι, καὶ
νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι
ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τᾶς ἀνομίας ἡμίν, Ἅγιε ἐπίσκεψαι καὶ ἵασαι
τάς ἀσθαινείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι, καὶ
νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοὶς οὐρανοίς, ἁγιασθήτω τὸ
ὄνομά Σου, ἐλθέτω ἡ Βασιλεία Σου, γεννηθήτω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ
τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἠμὶν σήμερον, καὶ ἅφες ἡμῖν τὰ
ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκης ἡμᾶς
εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
(Καὶ
τὸ Τροπάριον. Ἦχος Β'.)
Μνήμη δικαίου μετ' ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ
μαρτυρία τοῦ Κυρίου, Πρόδρομε, ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος,
ὅτι καὶ ἐν ρείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας
ὑπεραθλήσας χαίρων, εὐηγγελίσω καὶ τοῖς ἐν Ἅδῃ, Θεὸν ἀνερωθέντα ἐν σαρκί, τὸν
αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
(Ὁ
Ἱερεὺς μνημονεύει ὡς ἔθος.
Ἐν τὴ
Ἀπολύσει, προσκυνοῦντες τὴν ἁγίαν Εἰκόνα, ψάλλομεν τὸ παρὸν Προσόμοιον
Ἦχος
Β' Ὃτε ἐκ τοῦ ξύλου σε νεκρὸν ....)
Σπεῦσον ἐξελοῦ με πειρασμῶν, Πρόδρομε Κυρίου
Παμμάκαρ, καθικετεύω σε, μάτην γὰρ κεκίνηνται οἱ πολεμοῦντες με, κατ’ ἐμοῦ
πικροὶ δαίμονες, ζητοῦντες ἁρπᾶσαι, τὴν ψυχὴν τοῦ δούλου σου, ὥσπερ στρουθίον
οἰκτρόν, μὴ με καταλίπῃς εἰς τέλος, γνώτωσαν δὲ μᾶλλον, Προφῆτα, ὅτι σύ μου
πέλεις καταφύγιον.
ΕΤΕΡΟΣ
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΣΤΟΝ ΑΓΙΟ ΙΩΑΝΝΗ ΤΟΝ ΠΡΟΔΡΟΜΟ
Μνήμη Τιμίου Προδρόμου.
Δώρον πενιχρόν τη ση μνήμη, Προφήτα, χάριν μοι δίδου,
ευλογίας επώνυμε, Ιωάννη παμμάκαρ, σοί προσφέρων, ο τάλας, οικτρός μονώτης τη
κλήσει Πορφύριος.
Πορφυρίου
Ηγουμένου, Κανών Παρακλητικός
Πρός
τόν Μέγαν Ἰωάννην τόν Πρόδρομον
& Βαπτιστήν τοῦ Σωτῆρος
Ὁ ἱερεύς: Εὐλογητός …
Ὁ Ἀναγνώστης: Κύριε, εἰσάκουσον… Ψαλμὸς ΡΜΒ΄ (142)
Κύριε, εἰσάκουσoν τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ΄ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ΄ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπί σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου· Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ΄ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ΄ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπί σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου· Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί.
Θεός Κύριος… (δ΄)
Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ὁ τοῦ Κυρίου μεγαλώνυμος δείκτης* καί τοῦ Χριστοῦ μου ἡ φωνή ἐν ἐρήμῳ*
χριστομιμήτως πάριδε, πανάγιε*, ἅπαντα τά
πταίσματα* μοναστῶν τῆς σῆς μάνδρας* ῥῦε ἐκ παντοίων δέ*, Ἰωάννη, κινδύνων* τόν προσκαλοῦντα, μάκαρ, σέ θερμῶς* ἵνα ἐν κρίσει σωθῶ, ὁ οἰκέτης σου.
Δόξα…
Μνήμη δικαίου μετ’ ἐγκωμίων*. Σοί
δέ ἀρκέσῃ ἡ μαρτυρία τοῦ Κυρίου, Πρόδρομε*. Ἀνεδείχθης γάρ ὄντως καί
προφητῶν σεβασμιώτερος* ὅτι καί ἐν ρείθροις βαπτίσαι κατηξιώθης τόν κηρυττόμενον*. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας*, χαίρων*, εὐηγγελίσω καί
τοῖς ἐν Ἅδῃ* Θεόν* φανερωθέντα ἐν σαρκί*, τόν αἵροντα τήν ἁμαρτίαν τοῦ κόσμου* καί παρέχοντα ἡμῖν* τό μέγα ἔλεος.
Καί
νῦν… Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε*, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι*· εἰ μή γάρ σύ
προΐστασο πρεσβεύουσα* τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων*;
Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους*; Οὐκ ἀποστῶμεν, Δέσποινα,
ἐκ σοῦ*· σούς γάρ δούλους σώζεις ἀεί* ἐκ παντοίων δεινῶν.
Ἔπειτα τό Ἐλέησόν με, ὁ Θεός … Ψαλμὸς Ν΄ (50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰ καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰ καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ᾨδή α’. Ἤχος πλ. δ’. Ὑγράν διοδεύσας.
Βαπτιστά τοῦ Χριστοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Δακτύλου σου φάλαγγα προσκυνῶν* πόθῳ, Ἰωάννη*, σοί κραυγάζω εἰλικρινῶς φάλαγγας δαιμόνων πολεμούντων* τήν ταπεινήν μου καρδίαν
διάλυσον.
Βαπτιστά τοῦ Χριστοῦ…
Χειμών με ταράττει τῶν λογισμῶν,* πνιγμός ἀθυμίας,*
τρικυμία τῶν λογισμῶν*. Εἰρήνευσον,
μάκαρ, τήν ψυχήν μου* ὡς Ἁλιάκμονος ρεῦμα καί σῶσόν με.
Δόξα Πατρί…
Ὡς ἔδειξας πάλαι σοῖς μαθηταῖς* τόν Κύριον, ἔρχου* τῆς ἐλπίδος ὡς ὁδηγός*, ἵνα, Ἰωάννη, τόν σωτῆρα* καί λυτρωτήν μου δεχθῶ, ὁ
ταλαίπωρος.
Καί νῦν…
Νοσῶ καί τό σῶμα καί τήν ψυχήν*, Παρθένε, μή ἔχων* σωτηρίαν, ὁ δυστυχής*, διό, Παναγία, καί προβάλλω* τόν Βαπτιστήν τοῦ Υἱοῦ σου μεσίτην μου.
ᾨδή γ’. Οὐρανίας ἁψίδος.
Βαπτιστά τοῦ Χριστοῦ…
Τήν Μονήν σου ὡς σκέπην* καί ἐνδιαίτημα ἔδωκας* πάντων μοναχῶν τῇ χορείᾳ*, Τίμιε
Πρόδρομε*, διό καί χαίροντες*, ἀναβοῶμεν σοί Χαῖρε*, μοναζόντων ὄρχαμε*, φύλαξ καί καύχημα.
Βαπτιστά τοῦ Χριστοῦ…
Ἁλιάκμονος
κοίτη* τοῖς ἀσκηταῖς γέγονε* καὶ τῶν κοινοβίων τῷ κλήρῳ* χώρα
σωτήριος* τῷ παραδείγματι* τῷ σῷ ἑπόμενοι πάντως* ὡς θεῖον σέ ἔχοντες* πρόδρομον, Πρόδρομε.
Δόξα Πατρί…
Ποίαν γέφυραν εὕρω* ἵνα σωθῶ, Πρόδρομε*, εἰ μή καταφύγω
βοῶν σοί*
πόνῳ καί δάκρυσιν* καί οὕτω λάβοιμι* τάς σάς πρεσβείας ὡς λύτρον* καί Χριστῷ βοήσομαι* ἥμαρτον, σῶσόν με.
Καὶ νῦν…
Ἐλισσάβετ
τόν γόνον* ἐρημιτῶν πρώταρχον* ἔχοντες διδάσκαλον θεῖον* Σέ, Παναγία μου*, καθικετεύομεν* Ἐμμανουήλ ὡς μητέρα* τοῦτον ἐκδυσώπησον* ὑπέρ τῶν τέκνων σου.
Διάσωσον*, Πρόδρομε, πάσης ἀνάγκης*, τούς
προστρέχοντας τῇ θείᾳ σου σκέπῃ*, ἐκ παντός κινδύνου* καί πάσης
δυσχερείας.
Ἐπίβλεψον* ἐν εὐμενείᾳ πανύμνητε,
Θεοτόκε*, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν*, καὶ ἴασαι τῆς ψυχῆς μου τό ἅλγος.
Εἶτα μνημονεύει ὁ ἱερεύς καὶ μεθ΄ ἑκάστην αἴτησιν τὸ Κύριε ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ
παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλῃ, νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοι τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Τό κάθισμα. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τῇ γῇ*, Χριστός ἀπεκάλυψε, τήν κεφαλήν σου ἡμῖν*, Προφῆτα καὶ Πρόδρομε*.
Πάντες οὖν συνελθόντες*, ἐν τῇ ταύτης εὑρέσει*, ἄσμασι θεηγόροις*, τόν Σωτῆρα ὑμνοῦμεν*, τόν
σώζοντα ἡμᾶς ἐκ φθορᾶς* ταῖς ἱκεσίαις σου.
ᾨδή δ’. Εἰσακήκοα Κύριε.
Βαπτιστά τοῦ Χριστοῦ…
Τῶν παθῶν μου τόν
τάραχον* ὁ τόν εἰρηνάρχην βαπτίσας Κύριον* ταῖς πρεσβείαις σου
κατεύνασον* καί εἰς γῆν πρᾳέων με ἐνόρμισον.
Βαπτιστά τοῦ Χριστοῦ…
Εὐσπλαγχνίας τό πέλαγος* ὁ ἀνυποστόλως κηρύξας ἅπασι* καθικέτευε, σοῦ δέομαι*, τῶν βασάνων ὅπως
λυτρωθείημεν.
Δόξα Πατρί…
Ἀπολαύοντες,
Πρόδρομε*, τῶν σῶν δωρημάτων, εὐχαριστήριον* ἀναμέλπομέν σοι ἄσματα* οἱ τῆς σῆς τρυφῶντες ἀντιλήψεως.
Καί νῦν…
Οἱ ἐλπίδα καὶ στήριγμα* καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον* κεκτημένοι
σε, πανύμνητε*, δυσχερείας πάσης ἐκλυτρούμεθα.
ᾨδή ε’. Φώτισον ἡμᾶς.
Βαπτιστά τοῦ Χριστοῦ…
Πλήρωσον ἡμῶν* τάς αἰτήσεις, τῶν τιμώντων
σε*, ὁ τοῦ ἀδύτου τήν ὑφήλιον φωτός* πληρώσας* τῷ κηρύγματί
σου, Πρόδρομε.
Βαπτιστά τοῦ Χριστοῦ…
Λύτρωσον ἡμᾶς* ἐκ κινδύνων, βαπτιστά τοῦ Χριστοῦ* ὁ αίωνίαν κηρύξας λύτρωσιν* καὶ τήν εἰρήνην* τήν
πάντα νοῦν ὑπερέχουσαν.
Δόξα Πατρί…
Λύσον τῶν δεινῶν* νοσημάτων τήν ἀσθένειαν*, τῶν πρεσβειῶν τῶν σῶν τῇ θερμότητι*, ὁ τόν Σωτῆρα* βαπτίσαι φανείς ἐπάξιος.
Καὶ νῦν…
Ἴασαι, Ἁγνή*, τῶν παθῶν μου τήν ἀσθένειαν* ἐπισκοπῆς σου ἀξιώσασα* καὶ τήν ὑγείαν* ταῖς πρεσβείαις σου παράσχου μοι.
ᾨδή στ’. Τήν δέησιν ἐκχεῶ.
Βαπτιστά τοῦ Χριστοῦ…
Τό μέλι* τῆς ἡσυχίας δώρησαι* τοῖς τιμῶσι σέ, Κυρίου προφῆτα*, τούς πονηρᾶς* ἐκφυγόντας κακίας*, καὶ κοσμικῆς τρικυμίας διάσωσον*· ἵνα ὑμνῶμεν,
βαπτιστά*, παρρησίαν τήν σήν πρός τόν φίλον σου.
Βαπτιστά τοῦ Χριστοῦ…
Ἀκρόδρυα* ἀρετῶν μοί, ἅγιε*, Ἰωάννη, τόν σόν
δοῦλον πεινῶντα*, ὥσπερ τροφήν*
καθαρᾶς ἡσυχίας*
χορταστικήν μοί παράσχου, τρισόλβιε*, ἐν τῇ ἐρήμῳ γάρ καί σύ* δι' αὐτῶν διετρέφεσο, Πρόδρομε.
Δόξα Πατρί…
Πικρίᾳ* τῶν ἡδονῶν βυθίζομαι*,
καὶ ἐκ λάκκου
κατωτάτου βοῶ σοί*· ἀλλά φωνήν* οὐκ ἰσχύω ἐκβάλλειν* ἐν ἀσιτίᾳ καλῶν τυραννούμενος*. Ἐπάκουσόν μου, Βαπτιστά*, ἵνα σωτῆρα σέ ἔχω ἐν βίῳ μου.
Καὶ νῦν…
Τάς φρένας* τοῦ σοῦ ἱκέτου τείχισον*, Θεοτόκε, τῇ θερμῇ σου πρεσβείᾳ*, ἵνα κἀγώ* σύν τοῖς ἄλλοις σου τέκνοις* ὑμνολογῶ καί δοξάζω
σέ, Ἄχραντε* ὥσπερ μητέρα τοῦ Χριστοῦ* καί Κυρίου μου, πάναγνε Δέσποινα.
Διάσωσον*, Πρόδρομε, πάσης ἀνάγκης*, τούς
προστρέχοντας τῇ θείᾳ σου σκέπῃ*, ἐκ παντός κινδύνου* καί πάσης
δυσχερείας.
Ἄχραντε*, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως*, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν* τεκοῦσα δυσώπησον*, ὡς ἔχουσα* μητρικήν παρρησίαν.
Εἶτα μνημονεύει καὶ πάλιν ὁ ἱερεύς, δι΄ οὓς ἡ παράκλησις γίνεται, καὶ ἡμεῖς μεθ΄ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων
χριστιανῶν, τῶν κατοικούντων
καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλῃ, νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοι τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Κοντάκιον. Ἤχος β’. Τά ἄνω ζητῶν.
Προφῆτα Θεοῦ* καί Πρόδρομε τῆς χάριτος*, τήν κάραν τήν σήν* ὡς ῥόδον ἱερώτατον*, ἐκ τῆς γῆς εὑράμενοι*, τάς ἰάσεις πάντοτε λαμβάνομεν*· καί γάρ πάλιν ὡς πρότερον*, ἐν κόσμῳ* κηρύττεις
τήν μετάνοιαν.
Καὶ εὐθύς τό Προκείμενον. Ἤχος δ’.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ
πληθυνθήσεται. (ἐκ
δευτέρου)
Στίχος: Πεφυτευμένος
ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Καί πάλιν: Δίκαιος ὡς φοίνιξ …
Ὁ Ἱερεύς· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Ὁ χορός· Κύριε, ἐλέησον (γ΄).
Ὁ Ἱερεύς· Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ Ἱερεύς· Εἰρήνη πᾶσι.
Ὁ χορός· Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεύς· Ἐκ τοῦ κατά Ματθαῖον ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα. Πρόσχωμεν.
Ὁ χορός· Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Ἱερεύς· Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.
Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὅς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας
κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Δόξα
Πατρί…Ταῖς τοῦ Βαπτιστοῦ Σου, πρεσβείαις…
Καί
νῦν …Ταῖς τῆς Θεοτόκου πρεσβείαις…
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός σου…
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Προφῆτα καί
Πρόδρομε*, ψυχῆς ἐμῆς θυμηδία*, δέξαι, πανακήρατε*, τήν προσφερομένην σοι* ἱκεσίαν μου*,
θλίψις γάρ ἔχει με*, καί δεινά παντοῖα*, Ἰωάννη μεγαλώνυμε*, σῶσον τόν δοῦλόν σου*, καί χειρός τοῦ δράκοντος μέ ἐξάρπασον*, καί τούτου τῶν παγίδων νῦν*, ὡς εὐσυμπαθής ἐλευθέρωσον*,
πρεσβείαν προσάγων*, καθ’ ὅ κοινός μεσίτης πρός Θεόν*, καί πάσης νόσου
ἐκλύτρωσαι*, τόν αὐτοκατάκριτον.
Ὁ Ἱερεύς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ΄ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια·
πρεσβείαις τῆς πανάχραντου
Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου,
Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος,
πατριαρχῶν Ἀλεξανδρείας·
Νικολάου Μύρων τῆς Λυκίας, Σπυρίδωνος Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου,
Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος,
Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους, Βλασίου καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικῶν Θέκλας, Αἰκατερίνης, Βαρβάρας, Ἀναστασίας,
Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων
θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων· Ἱκετεύομέν σε,
μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου, καὶ ἐλέησον ἡμᾶς.
Ὁ χορός· Κύριε, ἐλέησον (ιβ΄).
Ὁ Ἱερεύς· Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
ᾨδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βαπτιστά τοῦ Χριστοῦ…
Τῆς Ἀδάμ ἁμαρτίας* τό
χειρόγραφον, Λόγον τόν διαῤῥήξαντα*, ἐν ρείθροις Ἰορδάνου*
κραυγάζων ὑπεδέξω*, Ἰωάννη πανεύφημε*· ὁ τῶν πατέρων ἡμῶν* Θεός εὐλογητός εἶ.
Βαπτιστά τοῦ Χριστοῦ…
Ἐν ἐρήμῳ βιώσας*, τά θηρία παθῶν μου, μάκαρ, εἰρήνευσον*, καί γάρ ἐν τῇ ἐρήμῳ* τά πάθη
κατατρύχει* μοναζόντων τά τάγματα*, ἵνα βοῶ ἐκτενῶς*· Κυρίου μου τήν χάριν.
Δόξα Πατρί…
Θησαυρόν σωτηρίας* καί γαλήνιον ὅρμον καί ἐν κινδύνοις ταχύν* προστάτην τοῖς καλοῦσιν* εἰδότες σε βοῶμεν* τό κλυδώνιον στόρεσον* ἀσθενειῶν, Βαπτιστά*,
θερμαῖς σου ἱκεσίαις.
Καί νῦν…
Μετάνοιαν πταισμάτων* καί ψυχῆς ἰατρείαν, θεογεννήτρια*, ὡς πόθῳ προσιόντι* τῇ θείᾳ σου πρεσβείᾳ*, τῷ οἰκέτῃ σου δώρησαι*, ἡ τόν Σωτῆρα Χριστόν* ἡμῖν ἀποτεκοῦσα.
ᾨδή η’. Τόν Βασιλέα.
Βαπτιστά τοῦ Χριστοῦ…
Πλήν σου, Προφῆτα*, πρός τόν
Χριστόν δεομένῳ* ἄλλον φύλακα, ὁ δοῦλος σου οὐκ ἔχω*, ὅθεν ἱκετεύω* ἐν λόγοις ἀλογίας.
Βαπτιστά τοῦ Χριστοῦ…
Διά δακτύλου* τῆς δεξιᾶς σου, Προφῆτα*, φανερεῖς μοί* ὁδόν πρός σωτηρίαν*, ὅθεν σέ
δοξάζω*, ὡς φίλον τοῦ Χριστοῦ μου.
Εὐλογοῦμεν Πατέρα Υἱόν καί Ἅγιον Πνεῦμα, τόν Κύριον.
Ὥσπερ ὁ λύχνος* τοῦ φωτός τοῦ ἀδύτου*, Ἰωάννη*, φώτισόν μου τό
σκότος*, ἵνα φωτισθῶσιν* νοός μου αἱ αἰσθήσεις.
Καί νῦν…
Ὡς ἐν σπηλαίῳ* τῆς ταπεινῆς μου
καρδίας*, ἱκετεύω, Παρθένε, τόν σόν τόκον*, ὅθεν δώρησαί μοι* τό φέγγος τοῦ Υἱοῦ σου.
Αἰνοῦμεν, εὐλογοῦμεν καί προσκυνοῦμεν τόν Κύριον.
Τόν Βασιλέα* τῶν οὐρανῶν ὅν ὑμνοῦσι* στρατιαί τῶν ἀγγέλων ὑμνεῖτε* καί ὑπερυψοῦτε* Χριστόν εἰς τούς αἰῶνας.
ᾨδή θ’. Κυρίως Θεοτόκον.
Βαπτιστά τοῦ Χριστοῦ…
Ὡς ναῦς ἐν τρικυμίᾳ* πελαγιζομένη* ἡ ταπεινή μου
καρδία χειμάζεται*. Μή καταλίπῃς με μόνον,* Κυρίου Πρόδρομε.
Βαπτιστά τοῦ Χριστοῦ…
Ὡς μέσος δύο
κόσμων*, θεῖε Ἰωάννη*, πρός
τήν Καινήν Διαθήκην ὁδήγησον* τήν
ταπεινήν μου καρδίαν*, φίλε, καί σῶσόν με.
Δόξα Πατρί…
Τριάς, πανσθενουργίᾳ* μή ἐγκαταλείπῃς* τῶν μοναστῶν τάς χορείας χειμάζεσθαι* ἐκ πειρασμῶν πολυτρόπων* τοῦ πολεμήτορος.
Καί νῦν…
Ὡς ναῦς ἀγαλλομένη* χάριτος πελάγει* ἡ ταπεινή μου καρδία ἀγάλλεται* καί σέ προβάλλει μεσίτην* Χριστῷ καί πρόδρομον.
Ὁ ἱερεύς θυμιᾶ καί συγχρόνως ψάλλει Τό Ἄξιον ἐστίν …
Καί οἱ ψάλται τά
Μεγαλυνάρια.
Τήν τιμιωτέραν τῶν Χερουβείμ
καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν
Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ
μεγαλύνωμεν.
Ἡ φωνή τοῦ Λόγου, ὁ Βαπτιστής*,
τοῦ Φωτός ὁ λύχνος*, Ἁλιάκμονος ταῖς ροαῖς* σκήνωμα καί μάνδραν* τῶν μοναστῶν πληθύνει* καί εὐλογεῖ πλουσίως*
πάντα δεόμενον.
Δεῦτε προσκυνήσωμεν εὐλαβῶς* δάκτυλον τόν θεῖον* ἐκ παντίμου τῆς δεξιᾶς* τοῦ θείου
Προδρόμου* καί βαπτιστοῦ Κυρίου*, καί
χάριν ἀρυόμεθα* πλουσιόδωρον.
Πάτερ Διονύσιε, θαυμαστῶς* σέ Τριάς Ἁγία* κατελάμπρυνεν εὐθαλῶς* λόγοις τε καί τρόποις*
διδάσκοντα σά τέκνα* καί μοναστῶν τόν κλῆρον*, Σκήτεως καύχημα.
Οἱ Τρεισκαιδεκάριθμοι ἀσκηταί*
χαίρετε, πατέρες* καί διδάσκαλοι εὐσεβεῖς*, Μονῆς τῆς ἐνταῦθα* οἱ θεῖοι πολιοῦχοι*,
προστάται μοναζόντων* πάντων καί στήριγμα.
Δεῦτε μετά πόθου καί χαρμονῆς* θεῖον χαρακτῆρα* τῆς Παρθένου υἱοπρεπῶς* τῆς Σκητιωτίσσης* σύν πᾶσι τοῖς ὁσίοις* κυκλώσωμεν καί δρόσον* λάβωμεν χάριτος.
Δέσποινα καί μήτηρ τοῦ λυτρωτοῦ*, δέξαι παρακλήσεις* ἀναξίων σῶν ἱκετῶν*, ἵνα μεσιτεύσῃς* πρός τόν ἐκ σοῦ τεχθέντα*· ὦ, Δέσποινα τοῦ κόσμου*, γενοῦ μεσίτρια.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί*,
Πρόδρομε Κυρίου*, Ἀποστόλων ἡ δωδεκάς*, οἱ ἅγιοι πάντες*, μετά τῆς Θεοτόκου*, ποιήσατε πρεσβείαν* εἰς τό σωθῆναι ἡμᾶς.
Τρισάγιον.
Παναγία Τριάς. Πάτερ ἡμῶν.
Ἀπολυτίκιον. Ἦχος β’.
Μνήμη δικαίου μετ’ ἐγκωμίων·* σοί
δε ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου, Πρόδρομε*· ἀνεδείχθης γάρ ὄντως καί
προφητῶν σεβασμιώτερος*, ὅτι καί ἐν ρείθροις βαπτίσαι* κατηξιώθης τόν κηρυττόμενον. * Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας*, χαίρων*, εὐηγγελίσω καί
τοῖς ἐν Ἅδῃ* Θεὸν φανερωθέντα ἐν σαρκί *τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου* καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Εἶτα μνημονεύει καὶ πάλιν ὁ ἱερεύς, δι΄ οὓς ἡ παράκλησις γίνεται, καὶ ἡμεῖς μεθ΄ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων
χριστιανῶν, τῶν κατοικούντων
καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλῃ, νήσῳ) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ΄ ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοι τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός· Ἀμήν.
Καὶ ὁ ἱερεὺς ποιεῖ τὴν ἀπόλυσιν·
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν· ταῖς πρεσβείαις τῆς παναχράντου
καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου,
Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων
Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων
μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νεκταρίου ἐπισκόπου
Πενταπόλεως τοῦ θαυματουργοῦ· τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σῶσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος
καὶ ἐλεήμων Θεός.
Ἐν δέ τῇ ἀπολύσει προσκυνοῦντες, λέγομεν
τό παρόν.
Ἤχος β’. Ὅτε ἐκ τοῦ ξύλου σέ νεκρόν.
Φίλε* τοῦ Χριστοῦ μου καί φωνή* ἡ ἐν τῇ ἐρήμῳ βοῶσα* μετανοεῖτε, λαοί*,
δίδαξον μετάνοιαν καμοί τῷ δούλῳ σου*, ἱκετεύω σε, Πρόδρομε*, Χριστῷ γάρ προστρέχων*, δάκρυα προχέομαι* καί πόνον ἄμετρον* μή μέ ἀπορρίψῃ εἰς τέλος*
κρίσεως ἐν ὥρᾳ, προφῆτα*, Σέ νῦν προσαιτοῦμαι, ὁ ταλαίπωρος.
Ὥσπερ* Ἁλιάκμονος ῥοαί* κάμπον Ἠμαθίας πληροῦσι* παντός καρποῦ εὐγενοῦς* οὕτω καταπλούτισον τήν πενιχράν μου ψυχήν* ἱκετεύω σε, Πρόδρομε*,
ἐν ρείθροις δακρύων*, ἄρδευσον τοῦ δούλου
σου*, χοῦν σκληροκάρδιον*
ἵνα καθαρᾷ διανοίᾳ* ὄψομαι Χριστοῦ μου τήν δόξαν* καί ἐν ὥρᾳ κρίσεως λυτρώσῃς με.
Δέσποινα*, πρόσδεξαι* τάς δεήσεις τῶν δούλων σου* καί λύτρωσαι ἡμᾶς* ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου* εἰς σέ ἀνατίθημι*, μῆτερ τοῦ Θεοῦ*, φύλαξόν με* ὑπό τήν σκέπην
σου.
Ἐκ παντοίων
κινδύνων τούς δούλους σου* φύλαττε, εὐλογημένη Θεοτόκε*, ἵνα σέ
δοξάζωμεν τήν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Τῇ πρεσβείᾳ, Κύριε*,
πάντων τῶν ἁγίων καί τῆς Θεοτόκου* τήν σήν εἰρήνην δός ἡμῖν* καί ἐλέησον ἡμᾶς* ὡς μόνος οἰκτίρμων.
Καί ἐπιλέγει ὁ ἱερεύς τό· Δι’ εὐχῶν …